TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 86
Previous part

Chapter: 36 
Verse: 1    καὶ ἐποίησεν Βεσελεηλ καὶ Ελιαβ καὶ πᾶς σοϕὸς τῇ διανοίᾳ, ἐδόϑη σοϕία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καϑήκοντα, κατὰ πάντα, ὅσα συνέταξεν κύριος.
Verse: 2    
Καὶ ἐκάλεσεν Μωυσῆς Βεσελεηλ καὶ Ελιαβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοϕίαν, ἔδωκεν ϑεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσϑαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά,
Verse: 3    
καὶ ἔλαβον παρὰ Μωυσῆ πάντα τὰ ἀϕαιρέματα, ἤνεγκαν οἱ υἱοὶ Ισραηλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά, καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσϕερόμενα παρὰ τῶν ϕερόντων τὸ πρωὶ πρωί.
Verse: 4    
καὶ παρεγίνοντο πάντες οἱ σοϕοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον, αὐτοὶ ἠργάζοντο,
Verse: 5    
καὶ εἶπαν πρὸς Μωυσῆν ὅτι Πλῆϑος ϕέρει λαὸς παρὰ τὰ ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι.
Verse: 6    
καὶ προσέταξεν Μωυσῆς καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων ᾽Ανὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσϑωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύϑη λαὸς ἔτι προσϕέρειν.
Verse: 7    
καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.
Verse: 8    
Καὶ ἐποίησεν πᾶς σοϕὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ααρων τῷ ἱερεῖ, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 9    
καὶ ἐποίησαν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης.
Verse: 10    
καὶ ἐτμήϑη τὰ πέταλα τοῦ χρυσίου τρίχες ὥστε συνυϕᾶναι σὺν τῇ ὑακίνϑῳ καὶ τῇ πορϕύρᾳ καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ σὺν τῇ βύσσῳ τῇ κεκλωσμένῃ ἔργον ὑϕαντόν·
Verse: 11    
ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμϕοτέρων τῶν μερῶν,
Verse: 12    
ἔργον ὑϕαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καϑ' ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 13    
καὶ ἐποίησαν ἀμϕοτέρους τοὺς λίϑους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σϕραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ·
Verse: 14    
καὶ ἐπέϑηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίϑους μνημοσύνου τῶν υἱῶν Ισραηλ, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 15    
Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑϕαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης·
Verse: 16    
τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον, σπιϑαμῆς τὸ μῆκος καὶ σπιϑαμῆς τὸ εὖρος, διπλοῦν.
Verse: 17    
καὶ συνυϕάνϑη ἐν αὐτῷ ὕϕασμα κατάλιϑον τετράστιχον· στίχος λίϑων σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, στίχος εἷς·
Verse: 18    
καὶ στίχος δεύτερος ἄνϑραξ καὶ σάπϕειρος καὶ ἴασπις·
Verse: 19    
καὶ στίχος τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέϑυστος·
Verse: 20    
καὶ στίχος τέταρτος χρυσόλιϑος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ.
Verse: 21    
καὶ οἱ λίϑοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν, ἐγγεγραμμένα εἰς σϕραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος, εἰς τὰς δώδεκα ϕυλάς.
Verse: 22    
καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου ἐκ χρυσίου καϑαροῦ·
Verse: 23    
καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς καὶ ἐπέϑηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ' ἀμϕοτέρας τὰς ἀρχὰς τοῦ λογείου·
Verse: 24    
καὶ ἐπέϑηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ' ἀμϕοτέρων τῶν μερῶν τοῦ λογείου
Verse: 25    
καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια καὶ ἐπέϑηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέϑηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἐναντίας κατὰ πρόσωπον.
Verse: 26    
καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέϑηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ' ἄκρου τοῦ λογείου ἐπὶ τὸ ἄκρον τοῦ ὀπισϑίου τῆς ἐπωμίδος ἔσωϑεν.
Verse: 27    
καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέϑηκαν ἐπ' ἀμϕοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωϑεν αὐτοῦ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωϑεν τῆς συνυϕῆς τῆς ἐπωμίδος.
Verse: 28    
καὶ συνέσϕιγξεν τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ' αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνϑου, συμπεπλεγμένους εἰς τὸ ὕϕασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 29    
Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑϕαντὸν ὅλον ὑακίνϑινον·
Verse: 30    
τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διυϕασμένον συμπλεκτόν, ᾤαν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον.
Verse: 31    
καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωϑεν ὡς ἐξανϑούσης ῥόας ῥοίσκους ἐξ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης
Verse: 32    
καὶ ἐποίησαν κώδωνας χρυσοῦς καὶ ἐπέϑηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων·
Verse: 33    
κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ εἰς τὸ λειτουργεῖν, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 34    
Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑϕαντὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ
Verse: 35    
καὶ τὰς κιδάρεις ἐκ βύσσου καὶ τὴν μίτραν ἐκ βύσσου καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης
Verse: 36    
καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 37    
Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀϕόρισμα τοῦ ἁγίου, χρυσίου καϑαροῦ· καὶ ἔγραψεν ἐπ' αὐτοῦ γράμματα ἐκτετυπωμένα σϕραγῖδος ῾Αγίασμα κυρίῳ·
Verse: 38    
καὶ ἐπέϑηκαν ἐπ' αὐτὸ λῶμα ὑακίνϑινον ὥστε ἐπικεῖσϑαι ἐπὶ τὴν μίτραν ἄνωϑεν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.