TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 87
Previous part

Chapter: 37 
Verse: 1    Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας,
Verse: 2    
ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς τὸ αὐτὸ ἦσαν πᾶσαι καὶ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς.
Verse: 3    
καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑϕάντου χερουβιμ,
Verse: 4    
καὶ ἐπέϑηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ, καὶ αἱ κεϕαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.
Verse: 5    
καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑϕάντου χερουβιμ,
Verse: 6    
καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ τοὺς κρίκους· καὶ τὰς κεϕαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ.
Verse: 7    
Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐϕ' ἑκατόν,
Verse: 8    
καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι·
Verse: 9    
καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐϕ' ἑκατόν, καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι·
Verse: 10    
καὶ τὸ κλίτος τὸ πρὸς ϑάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων, στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα·
Verse: 11    
καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων,
Verse: 12    
ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς,
Verse: 13    
καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνϑεν καὶ ἔνϑεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι πεντεκαίδεκα πήχεων, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
Verse: 14    
πᾶσαι αἱ αὐλαῖαι τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης,
Verse: 15    
καὶ αἱ βάσεις τῶν στύλων χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεϕαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ, πάντες οἱ στῦλοι τῆς αὐλῆς.
Verse: 16    
καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς·
Verse: 17    
καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεϕαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ·
Verse: 18    
καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ, καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ.
Verse: 19    
Καὶ αὕτη σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καϑὰ συνετάγη Μωυσῇ τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν διὰ Ιϑαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως.
Verse: 20    
καὶ Βεσελεηλ τοῦ Ουριου ἐκ ϕυλῆς Ιουδα ἐποίησεν καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ,
Verse: 21    
καὶ Ελιαβ τοῦ Αχισαμακ ἐκ τῆς ϕυλῆς Δαν, ὃς ἠρχιτεκτόνησεν τὰ ὑϕαντὰ καὶ τὰ ῥαϕιδευτὰ καὶ ποικιλτικὰ ὑϕᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.