TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 55
Previous part

Chapter: 5 
Verse: 1    Καὶ μετὰ ταῦτα εἰσῆλϑεν Μωυσῆς καὶ Ααρων πρὸς Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ.
Verse: 2    
καὶ εἶπεν Φαραω Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς ϕωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ; οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω.
Verse: 3    
καὶ λέγουσιν αὐτῷ ῾Ο ϑεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεϑα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως ϑύσωμεν τῷ ϑεῷ ἡμῶν, μήποτε συναντήσῃ ἡμῖν ϑάνατος ϕόνος.
Verse: 4    
καὶ εἶπεν αὐτοῖς βασιλεὺς Αἰγύπτου ῞Ινα τί, Μωυσῆ καὶ Ααρων, διαστρέϕετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; ἀπέλϑατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ.
Verse: 5    
καὶ εἶπεν Φαραω ᾽Ιδοὺ νῦν πολυπληϑεῖ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων.
Verse: 6    
συνέταξεν δὲ Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων
Verse: 7    
Οὐκέτι προστεϑήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινϑουργίαν καϑάπερ ἐχϑὲς καὶ τρίτην ἡμέραν· αὐτοὶ πορευέσϑωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα.
Verse: 8    
καὶ τὴν σύνταξιν τῆς πλινϑείας, ἧς αὐτοὶ ποιοῦσιν καϑ' ἑκάστην ἡμέραν, ἐπιβαλεῖς αὐτοῖς, οὐκ ἀϕελεῖς οὐδέν· σχολάζουσιν γάρ· διὰ τοῦτο κεκράγασιν λέγοντες Πορευϑῶμεν καὶ ϑύσωμεν τῷ ϑεῷ ἡμῶν.
Verse: 9    
βαρυνέσϑω τὰ ἔργα τῶν ἀνϑρώπων τούτων, καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς.
Verse: 10    
κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες Τάδε λέγει Φαραω Οὐκέτι δίδωμι ὑμῖν ἄχυρα·
Verse: 11    
αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅϑεν ἐὰν εὕρητε, οὐ γὰρ ἀϕαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐϑέν.
Verse: 12    
καὶ διεσπάρη λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα·
Verse: 13    
οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες Συντελεῖτε τὰ ἔργα τὰ καϑήκοντα καϑ' ἡμέραν καϑάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν.
Verse: 14    
καὶ ἐμαστιγώϑησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταϑέντες ἐπ' αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες Διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινϑείας, καϑάπερ ἐχϑὲς καὶ τρίτην ἡμέραν, καὶ τὸ τῆς σήμερον;
Verse: 15    
εἰσελϑόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ῞Ινα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις;
Verse: 16    
ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνϑον ἡμῖν λέγουσιν ποιεῖν, καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται· ἀδικήσεις οὖν τὸν λαόν σου.
Verse: 17    
καὶ εἶπεν αὐτοῖς Σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευϑῶμεν ϑύσωμεν τῷ ϑεῷ ἡμῶν.
Verse: 18    
νῦν οὖν πορευϑέντες ἐργάζεσϑε· τὸ γὰρ ἄχυρον οὐ δοϑήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινϑείας ἀποδώσετε.
Verse: 19    
ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες Οὐκ ἀπολείψετε τῆς πλινϑείας τὸ καϑῆκον τῇ ἡμέρᾳ.
Verse: 20    
συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω
Verse: 21    
καὶ εἶπαν αὐτοῖς ῎Ιδοι ϑεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ δοῦναι ῥομϕαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς.
Verse: 22    
ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με;
Verse: 23    
καὶ ἀϕ' οὗ πεπόρευμαι πρὸς Φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσεν τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.