TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 56
Previous part

Chapter: 6 
Verse: 1    καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Ηδη ὄψει ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
Verse: 2    
᾽Ελάλησεν δὲ ϑεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ᾽Εγὼ κύριος·
Verse: 3    
καὶ ὤϕϑην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, ϑεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς·
Verse: 4    
καὶ ἔστησα τὴν διαϑήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν καὶ παρῴκησαν ἐπ' αὐτῆς.
Verse: 5    
καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσϑην τῆς διαϑήκης ὑμῶν.
Verse: 6    
βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ᾽Εγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ
Verse: 7    
καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν ϑεός, καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος ϑεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,
Verse: 8    
καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ κύριος.
Verse: 9    
ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.
Verse: 10    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
Verse: 11    
Εἴσελϑε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ.
Verse: 12    
ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ᾽Ιδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραω; ἐγὼ δὲ ἄλογός εἰμι.
Verse: 13    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
Verse: 14    
Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι· αὕτη συγγένεια Ρουβην.
Verse: 15    
καὶ υἱοὶ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων.
Verse: 16    
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν· Γεδσων, Κααϑ καὶ Μεραρι· καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά.
Verse: 17    
καὶ οὗτοι υἱοὶ Γεδσων· Λοβενι καὶ Σεμεϊ, οἶκοι πατριᾶς αὐτῶν.
Verse: 18    
καὶ υἱοὶ Κααϑ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ· καὶ τὰ ἔτη τῆς ζωῆς Κααϑ ἑκατὸν τριάκοντα ἔτη.
Verse: 19    
καὶ υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι. οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν.
Verse: 20    
καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ ϑυγατέρα τοῦ ἀδελϕοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελϕὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη.
Verse: 21    
καὶ υἱοὶ Ισσααρ· Κορε καὶ Ναϕεκ καὶ Ζεχρι.
Verse: 22    
καὶ υἱοὶ Οζιηλ· Ελισαϕαν καὶ Σετρι.
Verse: 23    
ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεϑ ϑυγατέρα Αμιναδαβ ἀδελϕὴν Ναασσων αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιϑαμαρ.
Verse: 24    
υἱοὶ δὲ Κορε· Ασιρ καὶ Ελκανα καὶ Αβιασαϕ· αὗται αἱ γενέσεις Κορε.
Verse: 25    
καὶ Ελεαζαρ τοῦ Ααρων ἔλαβεν τῶν ϑυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.
Verse: 26    
οὗτος Ααρων καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ϑεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·
Verse: 27    
οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου· αὐτὸς Ααρων καὶ Μωυσῆς.
Verse: 28    
῟Ηι ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,
Verse: 29    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ᾽Εγὼ κύριος· λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.
Verse: 30    
καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ᾽Ιδοὺ ἐγὼ ἰσχνόϕωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραω;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.