TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 57
Previous part

Chapter: 7 
Verse: 1    καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ᾽Ιδοὺ δέδωκά σε ϑεὸν Φαραω, καὶ Ααρων ἀδελϕός σου ἔσται σου προϕήτης·
Verse: 2    
σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέλλομαι, δὲ Ααρων ἀδελϕός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ.
Verse: 3    
ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληϑυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.
Verse: 4    
καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ' Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ,
Verse: 5    
καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ' Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν.
Verse: 6    
ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων, καϑάπερ ἐνετείλατο αὐτοῖς κύριος, οὕτως ἐποίησαν.
Verse: 7    
Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ααρων δὲ ἀδελϕὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν, ἡνίκα ἐλάλησεν πρὸς Φαραω.
Verse: 8    
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 9    
Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων Δότε ἡμῖν σημεῖον τέρας, καὶ ἐρεῖς Ααρων τῷ ἀδελϕῷ σου Λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων.
Verse: 10    
εἰσῆλϑεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν ϑεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καϑάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων.
Verse: 11    
συνεκάλεσεν δὲ Φαραω τοὺς σοϕιστὰς Αἰγύπτου καὶ τοὺς ϕαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς ϕαρμακείαις αὐτῶν ὡσαύτως.
Verse: 12    
καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ῥάβδος Ααρων τὰς ἐκείνων ῥάβδους.
Verse: 13    
καὶ κατίσχυσεν καρδία Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καϑάπερ ἐλάλησεν αὐτοῖς κύριος.
Verse: 14    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Βεβάρηται καρδία Φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν.
Verse: 15    
βάδισον πρὸς Φαραω τὸ πρωί· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραϕεῖσαν εἰς ὄϕιν λήμψῃ ἐν τῇ χειρί σου.
Verse: 16    
καὶ ἐρεῖς πρὸς αὐτόν Κύριος ϑεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου.
Verse: 17    
τάδε λέγει κύριος ᾽Εν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα·
Verse: 18    
καὶ οἱ ἰχϑύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν, καὶ ἐποζέσει ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ.
Verse: 19    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων τῷ ἀδελϕῷ σου Λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα. καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίϑοις.
Verse: 20    
καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων, καϑάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα.
Verse: 21    
καὶ οἱ ἰχϑύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 22    
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς ϕαρμακείαις αὐτῶν· καὶ ἐσκληρύνϑη καρδία Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καϑάπερ εἶπεν κύριος.
Verse: 23    
ἐπιστραϕεὶς δὲ Φαραω εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ.
Verse: 24    
ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ.
Verse: 25    
καὶ ἀνεπληρώϑησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν.
Verse: 26    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελϑε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν·
Verse: 27    
εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις.
Verse: 28    
καὶ ἐξερεύξεται ποταμὸς βατράχους, καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν ϑεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς ϕυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου·
Verse: 29    
καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς ϑεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.