TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 58
Previous part

Chapter: 8 
Verse: 1    εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων τῷ ἀδελϕῷ σου ῎Εκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους.
Verse: 2    
καὶ ἐξέτεινεν Ααρων τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγεν τοὺς βατράχους· καὶ ἀνεβιβάσϑη βάτραχος καὶ ἐκάλυψεν τὴν γῆν Αἰγύπτου.
Verse: 3    
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς ϕαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου.
Verse: 4    
καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων καὶ εἶπεν Εὔξασϑε περὶ ἐμοῦ πρὸς κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ τὸν λαόν, καὶ ϑύσωσιν κυρίῳ.
Verse: 5    
εἶπεν δὲ Μωυσῆς πρὸς Φαραω Τάξαι πρός με, πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν ϑεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου ἀϕανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειϕϑήσονται.
Verse: 6    
δὲ εἶπεν Εἰς αὔριον. εἶπεν οὖν ῾Ως εἴρηκας· ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν κυρίου·
Verse: 7    
καὶ περιαιρεϑήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν ϑεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειϕϑήσονται.
Verse: 8    
ἐξῆλϑεν δὲ Μωυσῆς καὶ Ααρων ἀπὸ Φαραω· καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραω.
Verse: 9    
ἐποίησεν δὲ κύριος καϑάπερ εἶπεν Μωυσῆς, καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν·
Verse: 10    
καὶ συνήγαγον αὐτοὺς ϑιμωνιὰς ϑιμωνιάς, καὶ ὤζεσεν γῆ.
Verse: 11    
ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνϑη καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καϑάπερ ἐλάλησεν κύριος.
Verse: 12    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων ῎Εκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖϕες ἔν τε τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 13    
ἐξέτεινεν οὖν Ααρων τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖϕες ἔν τε τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖϕες ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 14    
ἐποιήσαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς ϕαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖϕα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖϕες ἐν τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν.
Verse: 15    
εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραω Δάκτυλος ϑεοῦ ἐστιν τοῦτο. καὶ ἐσκληρύνϑη καρδία Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καϑάπερ ἐλάλησεν κύριος.
Verse: 16    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Ορϑρισον τὸ πρωὶ καὶ στῆϑι ἐναντίον Φαραω· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ·
Verse: 17    
ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς ϑεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησϑήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐϕ' ἧς εἰσιν ἐπ' αὐτῆς.
Verse: 18    
καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσεμ, ἐϕ' ἧς λαός μου ἔπεστιν ἐπ' αὐτῆς, ἐϕ' ἧς οὐκ ἔσται ἐκεῖ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος κύριος πάσης τῆς γῆς.
Verse: 19    
καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς.
Verse: 20    
ἐποίησεν δὲ κύριος οὕτως, καὶ παρεγένετο κυνόμυια πλῆϑος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τῶν ϑεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλεϑρεύϑη γῆ ἀπὸ τῆς κυνομυίης.
Verse: 21    
ἐκάλεσεν δὲ Φαραω Μωυσῆν καὶ Ααρων λέγων ᾽Ελϑόντες ϑύσατε τῷ ϑεῷ ὑμῶν ἐν τῇ γῇ.
Verse: 22    
καὶ εἶπεν Μωυσῆς Οὐ δυνατὸν γενέσϑαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων ϑύσομεν κυρίῳ τῷ ϑεῷ ἡμῶν· ἐὰν γὰρ ϑύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιϑοβοληϑησόμεϑα.
Verse: 23    
ὁδὸν τριῶν ἡμερῶν πορευσόμεϑα εἰς τὴν ἔρημον καὶ ϑύσομεν κυρίῳ τῷ ϑεῷ ἡμῶν, καϑάπερ εἶπεν ἡμῖν.
Verse: 24    
καὶ εἶπεν Φαραω ᾽Εγὼ ἀποστέλλω ὑμᾶς, καὶ ϑύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε πορευϑῆναι· εὔξασϑε οὖν περὶ ἐμοῦ πρὸς κύριον.
Verse: 25    
εἶπεν δὲ Μωυσῆς ῞Οδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν ϑεόν, καὶ ἀπελεύσεται κυνόμυια ἀπὸ σοῦ καὶ ἀπὸ τῶν ϑεραπόντων σου καὶ τοῦ λαοῦ σου αὔριον· μὴ προσϑῇς ἔτι, Φαραω, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν ϑῦσαι κυρίῳ.
Verse: 26    
ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν ϑεόν·
Verse: 27    
ἐποίησεν δὲ κύριος καϑάπερ εἶπεν Μωυσῆς, καὶ περιεῖλεν τὴν κυνόμυιαν ἀπὸ Φαραω καὶ τῶν ϑεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείϕϑη οὐδεμία.
Verse: 28    
καὶ ἐβάρυνεν Φαραω τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου καὶ οὐκ ἠϑέλησεν ἐξαποστεῖλαι τὸν λαόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.