TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 59
Previous part

Chapter: 9 
Verse: 1    Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελϑε πρὸς Φαραω καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος ϑεὸς τῶν Εβραίων ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν·
Verse: 2    
εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλ' ἔτι ἐγκρατεῖς αὐτοῦ,
Verse: 3    
ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶν καὶ προβάτοις, ϑάνατος μέγας σϕόδρα.
Verse: 4    
καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν.
Verse: 5    
καὶ ἔδωκεν ϑεὸς ὅρον λέγων ᾽Εν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς.
Verse: 6    
καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν.
Verse: 7    
ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐδέν, ἐβαρύνϑη καρδία Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν.
Verse: 8    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰϑάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ,
Verse: 9    
καὶ γενηϑήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, ϕλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 10    
καὶ ἔλαβεν τὴν αἰϑάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, ϕλυκτίδες ἀναζέουσαι, ἐν τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν.
Verse: 11    
καὶ οὐκ ἠδύναντο οἱ ϕαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς ϕαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 12    
ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καϑὰ συνέταξεν κύριος.
Verse: 13    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Ορϑρισον τὸ πρωὶ καὶ στῆϑι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος ϑεὸς τῶν Εβραίων ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
Verse: 14    
ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν ϑεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵν' εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ.
Verse: 15    
νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου ϑανάτῳ, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς·
Verse: 16    
καὶ ἕνεκεν τούτου διετηρήϑης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
Verse: 17    
ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς.
Verse: 18    
ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σϕόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀϕ' ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης.
Verse: 19    
νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνϑρωποι καὶ τὰ κτήνη, ὅσα ἂν εὑρεϑῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλϑῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ' αὐτὰ χάλαζα, τελευτήσει.
Verse: 20    
ϕοβούμενος τὸ ῥῆμα κυρίου τῶν ϑεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους·
Verse: 21    
ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου, ἀϕῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις.
Verse: 22    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνϑρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.
Verse: 23    
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ κύριος ἔδωκεν ϕωνὰς καὶ χάλαζαν, καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.
Verse: 24    
ἦν δὲ χάλαζα καὶ τὸ πῦρ ϕλογίζον ἐν τῇ χαλάζῃ· δὲ χάλαζα πολλὴ σϕόδρα σϕόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀϕ' οὗ γεγένηται ἐπ' αὐτῆς ἔϑνος.
Verse: 25    
ἐπάταξεν δὲ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνϑρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν χάλαζα·
Verse: 26    
πλὴν ἐν γῇ Γεσεμ, οὗ ἦσαν οἱ υἱοὶ Ισραηλ, οὐκ ἐγένετο χάλαζα.
Verse: 27    
ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυσῆν καὶ Ααρων καὶ εἶπεν αὐτοῖς ῾Ημάρτηκα τὸ νῦν· κύριος δίκαιος, ἐγὼ δὲ καὶ λαός μου ἀσεβεῖς.
Verse: 28    
εὔξασϑε οὖν περὶ ἐμοῦ πρὸς κύριον, καὶ παυσάσϑω τοῦ γενηϑῆναι ϕωνὰς ϑεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προσϑήσεσϑε μένειν.
Verse: 29    
εἶπεν δὲ αὐτῷ Μωυσῆς ῾Ως ἂν ἐξέλϑω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς κύριον, καὶ αἱ ϕωναὶ παύσονται, καὶ χάλαζα καὶ ὑετὸς οὐκ ἔσται ἔτι· ἵνα γνῷς ὅτι τοῦ κυρίου γῆ.
Verse: 30    
καὶ σὺ καὶ οἱ ϑεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεϕόβησϑε τὸν κύριον.
Verse: 31    
τὸ δὲ λίνον καὶ κριϑὴ ἐπλήγη· γὰρ κριϑὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον.
Verse: 32    
δὲ πυρὸς καὶ ὀλύρα οὐκ ἐπλήγη· ὄψιμα γὰρ ἦν.
Verse: 33    
ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ ϕωναὶ ἐπαύσαντο καὶ χάλαζα, καὶ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν.
Verse: 34    
ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὑετὸς καὶ χάλαζα καὶ αἱ ϕωναί, προσέϑετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν ϑεραπόντων αὐτοῦ.
Verse: 35    
καὶ ἐσκληρύνϑη καρδία Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ, καϑάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.