TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1148
Previous part

Chapter: 32 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, λαβὲ ϑρῆνον ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ Λέοντι ἐϑνῶν ὡμοιώϑης καὶ σὺ ὡς δράκων ἐν τῇ ϑαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.
Verse: 3    
τάδε λέγει κύριος Καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου
Verse: 4    
καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν, πεδία πλησϑήσεταί σου, καὶ ἐπικαϑιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ ϑηρία πάσης τῆς γῆς·
Verse: 5    
καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου,
Verse: 6    
καὶ ποτισϑήσεται γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήϑους σου ἐπὶ τῶν ὀρέων, ϕάραγγας ἐμπλήσω ἀπὸ σοῦ.
Verse: 7    
καὶ κατακαλύψω ἐν τῷ σβεσϑῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεϕέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ ϕάνῃ τὸ ϕῶς αὐτῆς·
Verse: 8    
πάντα τὰ ϕαίνοντα ϕῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει κύριος κύριος.
Verse: 9    
καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔϑνη εἰς γῆν, ἣν οὐκ ἔγνως.
Verse: 10    
καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔϑνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασϑαι τὴν ῥομϕαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀϕ' ἡμέρας πτώσεώς σου.
Verse: 11    
ὅτι τάδε λέγει κύριος ῾Ρομϕαία βασιλέως Βαβυλῶνος ἥξει σοι
Verse: 12    
ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐϑνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἰσχὺς αὐτῆς.
Verse: 13    
καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀϕ' ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ἔτι ποὺς ἀνϑρώπου, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.
Verse: 14    
οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει κύριος.
Verse: 15    
ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωϑῇ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
Verse: 16    
ϑρῆνός ἐστιν καὶ ϑρηνήσεις αὐτόν, καὶ αἱ ϑυγατέρες τῶν ἐϑνῶν ϑρηνήσουσιν αὐτόν· ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς ϑρηνήσουσιν αὐτήν, λέγει κύριος κύριος.
Verse: 17    
Καὶ ἐγενήϑη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 18    
Υἱὲ ἀνϑρώπου, ϑρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς ϑυγατέρας τὰ ἔϑνη νεκρὰς εἰς τὸ βάϑος τῆς γῆς πρὸς τοὺς καταβαίνοντας εἰς βόϑρον·
Verse: 20    
ἐν μέσῳ τραυματιῶν μαχαίρας πεσοῦνται μετ' αὐτοῦ, καὶ κοιμηϑήσεται πᾶσα ἰσχὺς αὐτοῦ.
Verse: 21    
καὶ ἐροῦσίν σοι οἱ γίγαντες ᾽Εν βάϑει βόϑρου γίνου, τίνος κρείττων εἶ; κατάβηϑι καὶ κοιμήϑητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας.
Verse: 22    
ἐκεῖ Ασσουρ καὶ πᾶσα συναγωγὴ αὐτοῦ πάντες τραυματίαι ἐκεῖ ἐδόϑησαν, καὶ ταϕὴ αὐτῶν ἐν βάϑει βόϑρου, καὶ ἐγενήϑη συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,
Verse: 23    
οἱ δόντες τὸν ϕόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
Verse: 24    
ἐκεῖ Αιλαμ καὶ πᾶσα δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάϑος, οἱ δεδωκότες αὐτῶν ϕόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόϑρον
Verse: 25    
ἐν μέσῳ τραυματιῶν.
Verse: 26    
ἐκεῖ ἐδόϑησαν Μοσοχ καὶ Θοβελ καὶ πᾶσα ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν ϕόβον αὐτῶν ἐπὶ γῆς ζωῆς·
Verse: 27    
καὶ ἐκοιμήϑησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπὸ αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔϑηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεϕαλὰς αὐτῶν· καὶ ἐγενήϑησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν, ὅτι ἐξεϕόβησαν γίγαντας ἐν γῇ ζωῆς.
Verse: 28    
καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηϑήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.
Verse: 29    
ἐκεῖ ἐδόϑησαν οἱ ἄρχοντες Ασσουρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήϑησαν, μετὰ καταβαινόντων εἰς βόϑρον.
Verse: 30    
ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ασσουρ οἱ καταβαίνοντες τραυματίαι σὺν τῷ ϕόβῳ αὐτῶν καὶ τῇ ἰσχύι αὐτῶν ἐκοιμήϑησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόϑρον.
Verse: 31    
ἐκείνους ὄψεται βασιλεὺς Φαραω καὶ παρακληϑήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει κύριος κύριος.
Verse: 32    
ὅτι δέδωκα τὸν ϕόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηϑήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραω καὶ πᾶν τὸ πλῆϑος αὐτοῦ, λέγει κύριος κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.