TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1157
Previous part

Chapter: 41 
Verse: 1    καὶ εἰσήγαγέν με εἰς τὸν ναόν, διεμέτρησεν τὸ αιλαμ πηχῶν ἓξ τὸ πλάτος ἔνϑεν καὶ πηχῶν ἓξ τὸ εὖρος τοῦ αιλαμ ἔνϑεν,
Verse: 2    
καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνϑεν καὶ πηχῶν πέντε ἔνϑεν· καὶ διεμέτρησεν τὸ μῆκος αὐτοῦ πηχῶν τεσσαράκοντα καὶ τὸ εὖρος πηχῶν εἴκοσι.
Verse: 3    
καὶ εἰσῆλϑεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησεν τὸ αιλ τοῦ ϑυρώματος πηχῶν δύο καὶ τὸ ϑύρωμα πηχῶν ἓξ καὶ τὰς ἐπωμίδας τοῦ ϑυρώματος πηχῶν ἑπτὰ ἔνϑεν καὶ πηχῶν ἑπτὰ ἔνϑεν.
Verse: 4    
καὶ διεμέτρησεν τὸ μῆκος τῶν ϑυρῶν πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν εἴκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπεν Τοῦτο τὸ ἅγιον τῶν ἁγίων.
Verse: 5    
καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόϑεν.
Verse: 6    
καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρεῖς δίς, καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾶν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου.
Verse: 7    
καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσϑεμα ἐκ τοῦ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωϑεν καὶ ἐκ τῶν κάτωϑεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν μέσων ἐπὶ τὰ τριώροϕα.
Verse: 8    
καὶ τὸ ϑραελ τοῦ οἴκου ὕψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ, πήχεων ἓξ διάστημα.
Verse: 9    
καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωϑεν πηχῶν πέντε· καὶ τὰ ἀπόλοιπα ἀνὰ μέσον τῶν πλευρῶν τοῦ οἴκου
Verse: 10    
καὶ ἀνὰ μέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιϕερὲς τῷ οἴκῳ κύκλῳ.
Verse: 11    
καὶ αἱ ϑύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς ϑύρας τῆς μιᾶς τῆς πρὸς βορρᾶν· καὶ ϑύρα μία πρὸς νότον, καὶ τὸ εὖρος τοῦ ϕωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόϑεν.
Verse: 12    
καὶ τὸ διορίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου ὡς πρὸς ϑάλασσαν πηχῶν ἑβδομήκοντα, πλάτος τοῦ τοίχου τοῦ διορίζοντος πήχεων πέντε, εὖρος κυκλόϑεν καὶ μῆκος αὐτοῦ πήχεων ἐνενήκοντα.
Verse: 13    
καὶ διεμέτρησεν κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατόν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν,
Verse: 14    
καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν.
Verse: 15    
καὶ διεμέτρησεν μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισϑεν τοῦ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνϑεν καὶ ἔνϑεν πήχεων ἑκατὸν τὸ μῆκος. καὶ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αιλαμ τὸ ἐξώτερον
Verse: 16    
πεϕατνωμένα, καὶ αἱ ϑυρίδες δικτυωταί, ὑποϕαύσεις κύκλῳ τοῖς τρισὶν ὥστε διακύπτειν· καὶ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ καὶ τὸ ἔδαϕος καὶ ἐκ τοῦ ἐδάϕους ἕως τῶν ϑυρίδων, καὶ αἱ ϑυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν.
Verse: 17    
καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας καὶ ἐϕ' ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωϑεν καὶ ἐν τῷ ἔξωϑεν
Verse: 18    
γεγλυμμένα χερουβιν, καὶ ϕοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ· δύο πρόσωπα τῷ χερουβ,
Verse: 19    
πρόσωπον ἀνϑρώπου πρὸς τὸν ϕοίνικα ἔνϑεν καὶ ἔνϑεν καὶ πρόσωπον λέοντος πρὸς τὸν ϕοίνικα ἔνϑεν καὶ ἔνϑεν· διαγεγλυμμένος ὅλος οἶκος κυκλόϑεν,
Verse: 20    
ἐκ τοῦ ἐδάϕους ἕως τοῦ ϕατνώματος τὰ χερουβιν καὶ οἱ ϕοίνικες διαγεγλυμμένοι.
Verse: 21    
καὶ τὸ ἅγιον καὶ ναὸς ἀναπτυσσόμενος τετράγωνα. κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις
Verse: 22    
ϑυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ καὶ τὸ μῆκος πηχῶν δύο καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχεν, καὶ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπεν πρός με Αὕτη τράπεζα πρὸ προσώπου κυρίου.
Verse: 23    
καὶ δύο ϑυρώματα τῷ ναῷ καὶ τῷ ἁγίῳ·
Verse: 24    
δύο ϑυρώματα τοῖς δυσὶ ϑυρώμασι τοῖς στροϕωτοῖς, δύο ϑυρώματα τῷ ἑνὶ καὶ δύο ϑυρώματα τῇ ϑύρᾳ τῇ δευτέρᾳ.
Verse: 25    
καὶ γλυϕὴ ἐπ' αὐτῶν, καὶ ἐπὶ τὰ ϑυρώματα τοῦ ναοῦ χερουβιν καὶ ϕοίνικες κατὰ τὴν γλυϕὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αιλαμ ἔξωϑεν
Verse: 26    
καὶ ϑυρίδες κρυπταί. καὶ διεμέτρησεν ἔνϑεν καὶ ἔνϑεν εἰς τὰ ὀροϕώματα τοῦ αιλαμ καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.