TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1158
Previous part

Chapter: 42 
Verse: 1    Καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν κατὰ ἀνατολὰς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέν με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν,
Verse: 2    
ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν καὶ τὸ πλάτος πεντήκοντα πήχεων,
Verse: 3    
διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί.
Verse: 4    
καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τὰ ϑυρώματα αὐτῶν πρὸς βορρᾶν.
Verse: 5    
καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως, ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωϑεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα καὶ οὕτως στοαί·
Verse: 6    
διότι τριπλαῖ ἦσαν καὶ στύλους οὐκ εἶχον καϑὼς οἱ στῦλοι τῶν ἐξωτέρων, διὰ τοῦτο ἐξείχοντο τῶν ὑποκάτωϑεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.
Verse: 7    
καὶ ϕῶς ἔξωϑεν ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν, μῆκος πήχεων πεντήκοντα·
Verse: 8    
ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχῶν πεντήκοντα, καὶ αὗταί εἰσιν ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν.
Verse: 9    
καὶ αἱ ϑύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσϑαι δι' αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας
Verse: 10    
κατὰ τὸ ϕῶς τοῦ ἐν ἀρχῇ περιπάτου. καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος ἐξέδραι,
Verse: 11    
καὶ περίπατος κατὰ πρόσωπον αὐτῶν κατὰ τὰ μέτρα τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατὰ τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροϕὰς αὐτῶν καὶ κατὰ τὰ ϕῶτα αὐτῶν καὶ κατὰ τὰ ϑυρώματα αὐτῶν
Verse: 12    
τῶν ἐξεδρῶν τῶν πρὸς νότον καὶ κατὰ τὰ ϑυρώματα ἀπ' ἀρχῆς τοῦ περιπάτου ὡς ἐπὶ ϕῶς διαστήματος καλάμου καὶ κατ' ἀνατολὰς τοῦ εἰσπορεύεσϑαι δι' αὐτῶν.
Verse: 13    
καὶ εἶπεν πρός με Αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς ϕάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες πρὸς κύριον τὰ ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ ϑήσουσιν τὰ ἅγια τῶν ἁγίων καὶ τὴν ϑυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι τόπος ἅγιος.
Verse: 14    
οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων· οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ.
Verse: 15    
καὶ συνετελέσϑη διαμέτρησις τοῦ οἴκου ἔσωϑεν. καὶ ἐξήγαγέν με καϑ' ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησεν τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόϑεν ἐν διατάξει.
Verse: 16    
καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησεν πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
Verse: 17    
καὶ ἐπέστρεψεν πρὸς βορρᾶν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τοῦ βορρᾶ πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
Verse: 18    
καὶ ἐπέστρεψεν πρὸς ϑάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τῆς ϑαλάσσης πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
Verse: 19    
καὶ ἐπέστρεψεν πρὸς νότον καὶ διεμέτρησεν κατέναντι τοῦ νότου πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου·
Verse: 20    
τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου. καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος τοῦ διαστέλλειν ἀνὰ μέσον τῶν ἁγίων καὶ ἀνὰ μέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.