TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1159
Previous part

Chapter: 43 
Verse: 1    Καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με,
Verse: 2    
καὶ ἰδοὺ δόξα ϑεοῦ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ ϕωνὴ τῆς παρεμβολῆς ὡς ϕωνὴ διπλασιαζόντων πολλῶν, καὶ γῆ ἐξέλαμπεν ὡς ϕέγγος ἀπὸ τῆς δόξης κυκλόϑεν.
Verse: 3    
καὶ ὅρασις, ἣν εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν, καὶ ὅρασις τοῦ ἅρματος, οὗ εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
Verse: 4    
καὶ δόξα κυρίου εἰσῆλϑεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς.
Verse: 5    
καὶ ἀνέλαβέν με πνεῦμα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης κυρίου οἶκος.
Verse: 6    
καὶ ἔστην, καὶ ἰδοὺ ϕωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με, καὶ ἀνὴρ εἱστήκει ἐχόμενός μου.
Verse: 7    
καὶ εἶπεν πρός με ῾Εώρακας, υἱὲ ἀνϑρώπου, τὸν τόπον τοῦ ϑρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ισραηλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς ϕόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν,
Verse: 8    
ἐν τῷ τιϑέναι αὐτοὺς τὸ πρόϑυρόν μου ἐν τοῖς προϑύροις αὐτῶν καὶ τὰς ϕλιάς μου ἐχομένας τῶν ϕλιῶν αὐτῶν καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν, αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν ϑυμῷ μου καὶ ἐν ϕόνῳ.
Verse: 9    
καὶ νῦν ἀπωσάσϑωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς ϕόνους τῶν ἡγουμένων αὐτῶν ἀπ' ἐμοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα.
Verse: 10    
καὶ σύ, υἱὲ ἀνϑρώπου, δεῖξον τῷ οἴκῳ Ισραηλ τὸν οἶκον, καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ,
Verse: 11    
καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων, ὧν ἐποίησαν. καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν, καὶ ϕυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά·
Verse: 12    
καὶ τὴν διαγραϕὴν τοῦ οἴκου ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόϑεν ἅγια ἁγίων.
Verse: 13    
Καὶ ταῦτα τὰ μέτρα τοῦ ϑυσιαστηρίου ἐν πήχει τοῦ πήχεος καὶ παλαιστῆς· κόλπωμα βάϑος ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόϑεν σπιϑαμῆς. καὶ τοῦτο τὸ ὕψος τοῦ ϑυσιαστηρίου·
Verse: 14    
ἐκ βάϑους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωϑεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεος· καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς·
Verse: 15    
καὶ τὸ αριηλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ αριηλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς.
Verse: 16    
καὶ τὸ αριηλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ·
Verse: 17    
καὶ τὸ ἱλαστῆριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ· καὶ τὸ γεῖσος αὐτῷ κυκλόϑεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεος, καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόϑεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατ' ἀνατολάς.
Verse: 18    
καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, τάδε λέγει κύριος ϑεὸς Ισραηλ Ταῦτα τὰ προστάγματα τοῦ ϑυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναϕέρειν ἐπ' αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα.
Verse: 19    
καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδουκ τοῖς ἐγγίζουσι πρός με, λέγει κύριος ϑεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας·
Verse: 20    
καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιϑήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ ϑυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό·
Verse: 21    
καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ κατακαυϑήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωϑεν τῶν ἁγίων.
Verse: 22    
καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήμψονται ἐρίϕους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ ϑυσιαστήριον καϑότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ·
Verse: 23    
καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον,
Verse: 24    
καὶ προσοίσετε ἐναντίον κυρίου, καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ' αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ κυρίῳ.
Verse: 25    
ἑπτὰ ἡμέρας ποιήσεις ἔριϕον ὑπὲρ ἁμαρτίας καϑ' ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων, ἄμωμα ποιήσουσιν
Verse: 26    
ἑπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ ϑυσιαστήριον καὶ καϑαριοῦσιν αὐτὸ καὶ πλήσουσιν χεῖρας αὐτῶν.
Verse: 27    
καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ ϑυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν. καὶ προσδέξομαι ὑμᾶς, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.