TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 33
Previous part

Chapter: 33 
Verse: 1    ᾽Αναβλέψας δὲ Ιακωβ εἶδεν καὶ ἰδοὺ Ησαυ ἀδελϕὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ. καὶ ἐπιδιεῖλεν Ιακωβ τὰ παιδία ἐπὶ Λειαν καὶ Ραχηλ καὶ τὰς δύο παιδίσκας
Verse: 2    
καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λειαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχηλ καὶ Ιωσηϕ ἐσχάτους.
Verse: 3    
αὐτὸς δὲ προῆλϑεν ἔμπροσϑεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελϕοῦ αὐτοῦ.
Verse: 4    
καὶ προσέδραμεν Ησαυ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐϕίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμϕότεροι.
Verse: 5    
καὶ ἀναβλέψας εἶδεν τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν; δὲ εἶπεν Τὰ παιδία, οἷς ἠλέησεν ϑεὸς τὸν παῖδά σου.
Verse: 6    
καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν,
Verse: 7    
καὶ προσήγγισεν Λεια καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν, καὶ μετὰ ταῦτα προσήγγισεν Ραχηλ καὶ Ιωσηϕ καὶ προσεκύνησαν.
Verse: 8    
καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; δὲ εἶπεν ῞Ινα εὕρῃ παῖς σου χάριν ἐναντίον σου, κύριε.
Verse: 9    
εἶπεν δὲ Ησαυ ῎Εστιν μοι πολλά, ἄδελϕε· ἔστω σοι τὰ σά.
Verse: 10    
εἶπεν δὲ Ιακωβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον ϑεοῦ, καὶ εὐδοκήσεις με·
Verse: 11    
λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέν με ϑεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν.
Verse: 12    
καὶ εἶπεν ᾽Απάραντες πορευσόμεϑα ἐπ' εὐϑεῖαν.
Verse: 13    
εἶπεν δὲ αὐτῷ ῾Ο κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν, ἀποϑανοῦνται πάντα τὰ κτήνη.
Verse: 14    
προελϑέτω κύριός μου ἔμπροσϑεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλϑεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ.
Verse: 15    
εἶπεν δὲ Ησαυ Καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ' ἐμοῦ. δὲ εἶπεν ῞Ινα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
Verse: 16    
ἀπέστρεψεν δὲ Ησαυ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηιρ.
Verse: 17    
Καὶ Ιακωβ ἀπαίρει εἰς Σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί.
Verse: 18    
καὶ ἦλϑεν Ιακωβ εἰς Σαλημ πόλιν Σικιμων, ἐστιν ἐν γῇ Χανααν, ὅτε ἦλϑεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως.
Verse: 19    
καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνῶν
Verse: 20    
καὶ ἔστησεν ἐκεῖ ϑυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν ϑεὸν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.