TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 34
Previous part

Chapter: 34 
Verse: 1    ᾽Εξῆλϑεν δὲ Δινα ϑυγάτηρ Λειας, ἣν ἔτεκεν τῷ Ιακωβ, καταμαϑεῖν τὰς ϑυγατέρας τῶν ἐγχωρίων.
Verse: 2    
καὶ εἶδεν αὐτὴν Συχεμ υἱὸς Εμμωρ Χορραῖος ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήϑη μετ' αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν.
Verse: 3    
καὶ προσέσχεν τῇ ψυχῇ Δινας τῆς ϑυγατρὸς Ιακωβ καὶ ἠγάπησεν τὴν παρϑένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρϑένου αὐτῇ.
Verse: 4    
εἶπεν δὲ Συχεμ πρὸς Εμμωρ τὸν πατέρα αὐτοῦ λέγων Λαβέ μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα.
Verse: 5    
Ιακωβ δὲ ἤκουσεν ὅτι ἐμίανεν υἱὸς Εμμωρ Διναν τὴν ϑυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ, παρεσιώπησεν δὲ Ιακωβ ἕως τοῦ ἐλϑεῖν αὐτούς.
Verse: 6    
ἐξῆλϑεν δὲ Εμμωρ πατὴρ Συχεμ πρὸς Ιακωβ λαλῆσαι αὐτῷ.
Verse: 7    
οἱ δὲ υἱοὶ Ιακωβ ἦλϑον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύχϑησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σϕόδρα ὅτι ἄσχημον ἐποίησεν ἐν Ισραηλ κοιμηϑεὶς μετὰ τῆς ϑυγατρὸς Ιακωβ, καὶ οὐχ οὕτως ἔσται.
Verse: 8    
καὶ ἐλάλησεν Εμμωρ αὐτοῖς λέγων Συχεμ υἱός μου προείλατο τῇ ψυχῇ τὴν ϑυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα.
Verse: 9    
ἐπιγαμβρεύσασϑε ἡμῖν· τὰς ϑυγατέρας ὑμῶν δότε ἡμῖν καὶ τὰς ϑυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν.
Verse: 10    
καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσϑε ἐπ' αὐτῆς καὶ ἐγκτήσασϑε ἐν αὐτῇ.
Verse: 11    
εἶπεν δὲ Συχεμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελϕοὺς αὐτῆς Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ἐὰν εἴπητε, δώσομεν.
Verse: 12    
πληϑύνατε τὴν ϕερνὴν σϕόδρα, καὶ δώσω, καϑότι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.
Verse: 13    
ἀπεκρίϑησαν δὲ οἱ υἱοὶ Ιακωβ τῷ Συχεμ καὶ Εμμωρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Διναν τὴν ἀδελϕὴν αὐτῶν,
Verse: 14    
καὶ εἶπαν αὐτοῖς Συμεων καὶ Λευι οἱ ἀδελϕοὶ Δινας υἱοὶ δὲ Λειας Οὐ δυνησόμεϑα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελϕὴν ἡμῶν ἀνϑρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστιν γὰρ ὄνειδος ἡμῖν.
Verse: 15    
ἐν τούτῳ ὁμοιωϑησόμεϑα ὑμῖν καὶ κατοικήσομεν ἐν ὑμῖν, ἐὰν γένησϑε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηϑῆναι ὑμῶν πᾶν ἀρσενικόν,
Verse: 16    
καὶ δώσομεν τὰς ϑυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπὸ τῶν ϑυγατέρων ὑμῶν λημψόμεϑα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ' ὑμῖν καὶ ἐσόμεϑα ὡς γένος ἕν.
Verse: 17    
ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτέμνεσϑαι, λαβόντες τὰς ϑυγατέρας ἡμῶν ἀπελευσόμεϑα.
Verse: 18    
καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Εμμωρ καὶ ἐναντίον Συχεμ τοῦ υἱοῦ Εμμωρ.
Verse: 19    
καὶ οὐκ ἐχρόνισεν νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ ϑυγατρὶ Ιακωβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
Verse: 20    
ἦλϑεν δὲ Εμμωρ καὶ Συχεμ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες
Verse: 21    
Οἱ ἄνϑρωποι οὗτοι εἰρηνικοί εἰσιν μεϑ' ἡμῶν· οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσϑωσαν αὐτήν, δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν. τὰς ϑυγατέρας αὐτῶν λημψόμεϑα ἡμῖν γυναῖκας καὶ τὰς ϑυγατέρας ἡμῶν δώσομεν αὐτοῖς.
Verse: 22    
μόνον ἐν τούτῳ ὁμοιωϑήσονται ἡμῖν οἱ ἄνϑρωποι τοῦ κατοικεῖν μεϑ' ἡμῶν ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτέμνεσϑαι ἡμῶν πᾶν ἀρσενικόν, καϑὰ καὶ αὐτοὶ περιτέτμηνται.
Verse: 23    
καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῶν καὶ τὰ τετράποδα οὐχ ἡμῶν ἔσται; μόνον ἐν τούτῳ ὁμοιωϑῶμεν αὐτοῖς, καὶ οἰκήσουσιν μεϑ' ἡμῶν.
Verse: 24    
καὶ εἰσήκουσαν Εμμωρ καὶ Συχεμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐκπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν, πᾶς ἄρσην.
Verse: 25    
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ Ιακωβ Συμεων καὶ Λευι οἱ ἀδελϕοὶ Δινας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλϑον εἰς τὴν πόλιν ἀσϕαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·
Verse: 26    
τόν τε Εμμωρ καὶ Συχεμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας καὶ ἔλαβον τὴν Διναν ἐκ τοῦ οἴκου τοῦ Συχεμ καὶ ἐξῆλϑον.
Verse: 27    
οἱ δὲ υἱοὶ Ιακωβ εἰσῆλϑον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν, ἐν ἐμίαναν Διναν τὴν ἀδελϕὴν αὐτῶν,
Verse: 28    
καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον.
Verse: 29    
καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν, καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις.
Verse: 30    
εἶπεν δὲ Ιακωβ Συμεων καὶ Λευι Μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἶναι πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριϑμῷ, καὶ συναχϑέντες ἐπ' ἐμὲ συγκόψουσίν με, καὶ ἐκτριβήσομαι ἐγὼ καὶ οἶκός μου.
Verse: 31    
οἱ δὲ εἶπαν ᾽Αλλ' ὡσεὶ πόρνῃ χρήσωνται τῇ ἀδελϕῇ ἡμῶν;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.