TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 35
Previous part

Chapter: 35 
Verse: 1    Εἶπεν δὲ ϑεὸς πρὸς Ιακωβ ᾽Αναστὰς ἀνάβηϑι εἰς τὸν τόπον Βαιϑηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ ϑυσιαστήριον τῷ ϑεῷ τῷ ὀϕϑέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ησαυ τοῦ ἀδελϕοῦ σου.
Verse: 2    
εἶπεν δὲ Ιακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ' αὐτοῦ ῎Αρατε τοὺς ϑεοὺς τοὺς ἀλλοτρίους τοὺς μεϑ' ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καϑαρίσασϑε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν,
Verse: 3    
καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιϑηλ καὶ ποιήσωμεν ἐκεῖ ϑυσιαστήριον τῷ ϑεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ ϑλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ, ἐπορεύϑην.
Verse: 4    
καὶ ἔδωκαν τῷ Ιακωβ τοὺς ϑεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ιακωβ ὑπὸ τὴν τερέμινϑον τὴν ἐν Σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.
Verse: 5    
καὶ ἐξῆρεν Ισραηλ ἐκ Σικιμων, καὶ ἐγένετο ϕόβος ϑεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ.
Verse: 6    
ἦλϑεν δὲ Ιακωβ εἰς Λουζα, ἐστιν ἐν γῇ Χανααν, ἐστιν Βαιϑηλ, αὐτὸς καὶ πᾶς λαός, ὃς ἦν μετ' αὐτοῦ.
Verse: 7    
καὶ ᾠκοδόμησεν ἐκεῖ ϑυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου Βαιϑηλ· ἐκεῖ γὰρ ἐπεϕάνη αὐτῷ ϑεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ησαυ τοῦ ἀδελϕοῦ αὐτοῦ.
Verse: 8    
ἀπέϑανεν δὲ Δεββωρα τροϕὸς Ρεβεκκας κατώτερον Βαιϑηλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτῆς Βάλανος πένϑους.
Verse: 9    
῎Ωϕϑη δὲ ϑεὸς Ιακωβ ἔτι ἐν Λουζα, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ ηὐλόγησεν αὐτὸν ϑεός.
Verse: 10    
καὶ εἶπεν αὐτῷ ϑεός Τὸ ὄνομά σου Ιακωβ· οὐ κληϑήσεται ἔτι Ιακωβ, ἀλλ' Ισραηλ ἔσται τὸ ὄνομά σου.
Verse: 11    
εἶπεν δὲ αὐτῷ ϑεός ᾽Εγὼ ϑεός σου· αὐξάνου καὶ πληϑύνου· ἔϑνη καὶ συναγωγαὶ ἐϑνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσϕύος σου ἐξελεύσονται.
Verse: 12    
καὶ τὴν γῆν, ἣν δέδωκα Αβρααμ καὶ Ισαακ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.
Verse: 13    
ἀνέβη δὲ ϑεὸς ἀπ' αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησεν μετ' αὐτοῦ.
Verse: 14    
καὶ ἔστησεν Ιακωβ στήλην ἐν τῷ τόπῳ, ἐλάλησεν μετ' αὐτοῦ, στήλην λιϑίνην, καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον.
Verse: 15    
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου, ἐν ἐλάλησεν μετ' αὐτοῦ ἐκεῖ ϑεός, Βαιϑηλ.
Verse: 16    
᾽Απάρας δὲ Ιακωβ ἐκ Βαιϑηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραϑα εἰς γῆν ἐλϑεῖν Εϕραϑα, ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
Verse: 17    
ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ μαῖα Θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός.
Verse: 18    
ἐγένετο δὲ ἐν τῷ ἀϕιέναι αὐτὴν τὴν ψυχήν ἀπέϑνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν.
Verse: 19    
ἀπέϑανεν δὲ Ραχηλ καὶ ἐτάϕη ἐν τῇ ὁδῷ Εϕραϑα [αὕτη ἐστὶν Βηϑλεεμ].
Verse: 20    
καὶ ἔστησεν Ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τῆς σήμερον ἡμέρας.
Verse: 22    
᾽Εγένετο δὲ ἡνίκα κατῴκησεν Ισραηλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύϑη Ρουβην καὶ ἐκοιμήϑη μετὰ Βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ισραηλ, καὶ πονηρὸν ἐϕάνη ἐναντίον αὐτοῦ. ῏Ησαν δὲ οἱ υἱοὶ Ιακωβ δώδεκα.
Verse: 23    
υἱοὶ Λειας· πρωτότοκος Ιακωβ Ρουβην, Συμεων, Λευι, Ιουδας, Ισσαχαρ, Ζαβουλων.
Verse: 24    
υἱοὶ δὲ Ραχηλ· Ιωσηϕ καὶ Βενιαμιν.
Verse: 25    
υἱοὶ δὲ Βαλλας παιδίσκης Ραχηλ· Δαν καὶ Νεϕϑαλι.
Verse: 26    
υἱοὶ δὲ Ζελϕας παιδίσκης Λειας· Γαδ καὶ Ασηρ. οὗτοι υἱοὶ Ιακωβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας
Verse: 27    
῏Ηλϑεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρη εἰς πόλιν τοῦ πεδίου [αὕτη ἐστὶν Χεβρων] ἐν γῇ Χανααν, οὗ παρῴκησεν Αβρααμ καὶ Ισαακ.
Verse: 28    
ἐγένοντο δὲ αἱ ἡμέραι Ισαακ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα·
Verse: 29    
καὶ ἐκλιπὼν ἀπέϑανεν καὶ προσετέϑη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔϑαψαν αὐτὸν Ησαυ καὶ Ιακωβ οἱ υἱοὶ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.