TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 36
Previous part

Chapter: 36 
Verse: 1    Αὗται δὲ αἱ γενέσεις Ησαυ [αὐτός ἐστιν Εδωμ]·
Verse: 2    
Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν ϑυγατέρων τῶν Χαναναίων, τὴν Αδα ϑυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα ϑυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου
Verse: 3    
καὶ τὴν Βασεμμαϑ ϑυγατέρα Ισμαηλ ἀδελϕὴν Ναβαιωϑ.
Verse: 4    
ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιϕας, καὶ Βασεμμαϑ ἔτεκεν τὸν Ραγουηλ,
Verse: 5    
καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε· οὗτοι υἱοὶ Ησαυ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν.
Verse: 6    
ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς ϑυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν, καὶ ἐπορεύϑη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελϕοῦ αὐτοῦ·
Verse: 7    
ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο γῆ τῆς παροικήσεως αὐτῶν ϕέρειν αὐτοὺς ἀπὸ τοῦ πλήϑους τῶν ὑπαρχόντων αὐτῶν.
Verse: 8    
ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ [Ησαυ αὐτός ἐστιν Εδωμ].
Verse: 9    
Αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ,
Verse: 10    
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ· Ελιϕας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαϑ γυναικὸς Ησαυ.
Verse: 11    
ἐγένοντο δὲ υἱοὶ Ελιϕας· Θαιμαν, Ωμαρ, Σωϕαρ, Γοϑομ καὶ Κενεζ·
Verse: 12    
Θαμνα δὲ ἦν παλλακὴ Ελιϕας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιϕας τὸν Αμαληκ· οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ.
Verse: 13    
οὗτοι δὲ υἱοὶ Ραγουηλ· Ναχοϑ, Ζαρε, Σομε καὶ Μοζε· οὗτοι ἦσαν υἱοὶ Βασεμμαϑ γυναικὸς Ησαυ.
Verse: 14    
οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας ϑυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων, γυναικὸς Ησαυ· ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε.
Verse: 15    
οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ· υἱοὶ Ελιϕας πρωτοτόκου Ησαυ· ἡγεμὼν Θαιμαν, ἡγεμὼν Ωμαρ, ἡγεμὼν Σωϕαρ, ἡγεμὼν Κενεζ,
Verse: 16    
ἡγεμὼν Κορε, ἡγεμὼν Γοϑομ, ἡγεμὼν Αμαληκ· οὗτοι ἡγεμόνες Ελιϕας ἐν γῇ Ιδουμαίᾳ· οὗτοι υἱοὶ Αδας.
Verse: 17    
καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ· ἡγεμὼν Ναχοϑ, ἡγεμὼν Ζαρε, ἡγεμὼν Σομε, ἡγεμὼν Μοζε· οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ· οὗτοι υἱοὶ Βασεμμαϑ γυναικὸς Ησαυ.
Verse: 18    
οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ· ἡγεμὼν Ιεους, ἡγεμὼν Ιεγλομ, ἡγεμὼν Κορε· οὗτοι ἡγεμόνες Ελιβεμας.
Verse: 19    
οὗτοι υἱοὶ Ησαυ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Εδωμ.
Verse: 20    
Οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωταν, Σωβαλ, Σεβεγων, Ανα
Verse: 21    
καὶ Δησων καὶ Ασαρ καὶ Ρισων· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ.
Verse: 22    
ἐγένοντο δὲ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν· ἀδελϕὴ δὲ Λωταν Θαμνα.
Verse: 23    
οὗτοι δὲ υἱοὶ Σωβαλ· Γωλων καὶ Μαναχαϑ καὶ Γαιβηλ, Σωϕ καὶ Ωμαν.
Verse: 24    
καὶ οὗτοι υἱοὶ Σεβεγων· Αιε καὶ Ωναν· οὗτός ἐστιν Ωνας, ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ.
Verse: 25    
οὗτοι δὲ υἱοὶ Ανα· Δησων· καὶ Ελιβεμα ϑυγάτηρ Ανα.
Verse: 26    
οὗτοι δὲ υἱοὶ Δησων· Αμαδα καὶ Ασβαν καὶ Ιεϑραν καὶ Χαρραν.
Verse: 27    
οὗτοι δὲ υἱοὶ Ασαρ· Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν.
Verse: 28    
οὗτοι δὲ υἱοὶ Ρισων· Ως καὶ Αραμ.
Verse: 29    
οὗτοι ἡγεμόνες Χορρι· ἡγεμὼν Λωταν, ἡγεμὼν Σωβαλ, ἡγεμὼν Σεβεγων, ἡγεμὼν Ανα,
Verse: 30    
ἡγεμὼν Δησων, ἡγεμὼν Ασαρ, ἡγεμὼν Ρισων. οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ.
Verse: 31    
Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ.
Verse: 32    
καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα.
Verse: 33    
ἀπέϑανεν δὲ Βαλακ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας.
Verse: 34    
ἀπέϑανεν δὲ Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων.
Verse: 35    
ἀπέϑανεν δὲ Ασομ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Αδαδ υἱὸς Βαραδ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεϑϑαιμ.
Verse: 36    
ἀπέϑανεν δὲ Αδαδ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Σαμαλα ἐκ Μασεκκας.
Verse: 37    
ἀπέϑανεν δὲ Σαμαλα, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Σαουλ ἐκ Ροωβωϑ τῆς παρὰ ποταμόν.
Verse: 38    
ἀπέϑανεν δὲ Σαουλ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ.
Verse: 39    
ἀπέϑανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Αραδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ ϑυγάτηρ Ματραιϑ υἱοῦ Μαιζοοβ.
Verse: 40    
Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς ϕυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔϑνεσιν αὐτῶν· ἡγεμὼν Θαμνα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεϑερ,
Verse: 41    
ἡγεμὼν Ελιβεμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων,
Verse: 42    
ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαζαρ,
Verse: 43    
ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ζαϕωιμ. οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. Οὗτος Ησαυ πατὴρ Εδωμ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.