TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 38
Previous part

Chapter: 38 
Verse: 1    ᾽Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ιουδας ἀπὸ τῶν ἀδελϕῶν αὐτοῦ καὶ ἀϕίκετο ἕως πρὸς ἄνϑρωπόν τινα Οδολλαμίτην, ὄνομα Ιρας.
Verse: 2    
καὶ εἶδεν ἐκεῖ Ιουδας ϑυγατέρα ἀνϑρώπου Χαναναίου, ὄνομα Σαυα, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλϑεν πρὸς αὐτήν.
Verse: 3    
καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ηρ.
Verse: 4    
καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αυναν.
Verse: 5    
καὶ προσϑεῖσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σηλωμ. αὐτὴ δὲ ἦν ἐν Χασβι, ἡνίκα ἔτεκεν αὐτούς.
Verse: 6    
καὶ ἔλαβεν Ιουδας γυναῖκα Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ὄνομα Θαμαρ.
Verse: 7    
ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ϑεός.
Verse: 8    
εἶπεν δὲ Ιουδας τῷ Αυναν Εἴσελϑε πρὸς τὴν γυναῖκα τοῦ ἀδελϕοῦ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελϕῷ σου.
Verse: 9    
γνοὺς δὲ Αυναν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελϕοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελϕῷ αὐτοῦ.
Verse: 10    
πονηρὸν δὲ ἐϕάνη ἐναντίον τοῦ ϑεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐϑανάτωσεν καὶ τοῦτον.
Verse: 11    
εἶπεν δὲ Ιουδας Θαμαρ τῇ νύμϕῃ αὐτοῦ Κάϑου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλωμ υἱός μου· εἶπεν γάρ Μήποτε ἀποϑάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελϕοὶ αὐτοῦ. ἀπελϑοῦσα δὲ Θαμαρ ἐκάϑητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
Verse: 12    
᾽Επληϑύνϑησαν δὲ αἱ ἡμέραι καὶ ἀπέϑανεν Σαυα γυνὴ Ιουδα· καὶ παρακληϑεὶς Ιουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Ιρας ποιμὴν αὐτοῦ Οδολλαμίτης, εἰς Θαμνα.
Verse: 13    
καὶ ἀπηγγέλη Θαμαρ τῇ νύμϕῃ αὐτοῦ λέγοντες ᾽Ιδοὺ πενϑερός σου ἀναβαίνει εἰς Θαμνα κεῖραι τὰ πρόβατα αὐτοῦ.
Verse: 14    
καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀϕ' ἑαυτῆς περιεβάλετο ϑέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάϑισεν πρὸς ταῖς πύλαις Αιναν, ἐστιν ἐν παρόδῳ Θαμνα· εἶδεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
Verse: 15    
καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.
Verse: 16    
ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ ῎Εασόν με εἰσελϑεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμϕη αὐτοῦ ἐστιν. δὲ εἶπεν Τί μοι δώσεις, ἐὰν εἰσέλϑῃς πρός με;
Verse: 17    
δὲ εἶπεν ᾽Εγώ σοι ἀποστελῶ ἔριϕον αἰγῶν ἐκ τῶν προβάτων. δὲ εἶπεν ᾽Εὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε.
Verse: 18    
δὲ εἶπεν Τίνα τὸν ἀρραβῶνά σοι δώσω; δὲ εἶπεν Τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλϑεν πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.
Verse: 19    
καὶ ἀναστᾶσα ἀπῆλϑεν καὶ περιείλατο τὸ ϑέριστρον ἀϕ' ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.
Verse: 20    
ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριϕον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Οδολλαμίτου κομίσασϑαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, καὶ οὐχ εὗρεν αὐτήν.
Verse: 21    
ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου Ποῦ ἐστιν πόρνη γενομένη ἐν Αιναν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν Οὐκ ἦν ἐνταῦϑα πόρνη.
Verse: 22    
καὶ ἀπεστράϕη πρὸς Ιουδαν καὶ εἶπεν Οὐχ εὗρον, καὶ οἱ ἄνϑρωποι οἱ ἐκ τοῦ τόπου λέγουσιν μὴ εἶναι ὧδε πόρνην.
Verse: 23    
εἶπεν δὲ Ιουδας ᾽Εχέτω αὐτά, ἀλλὰ μήποτε καταγελασϑῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριϕον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.
Verse: 24    
᾽Εγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Ιουδα λέγοντες ᾽Εκπεπόρνευκεν Θαμαρ νύμϕη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπεν δὲ Ιουδας ᾽Εξαγάγετε αὐτήν, καὶ κατακαυϑήτω.
Verse: 25    
αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενϑερὸν αὐτῆς λέγουσα ᾽Εκ τοῦ ἀνϑρώπου, τίνος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν ᾽Επίγνωϑι, τίνος δακτύλιος καὶ ὁρμίσκος καὶ ῥάβδος αὕτη.
Verse: 26    
ἐπέγνω δὲ Ιουδας καὶ εἶπεν Δεδικαίωται Θαμαρ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τῷ υἱῷ μου. καὶ οὐ προσέϑετο ἔτι τοῦ γνῶναι αὐτήν.
Verse: 27    
᾽Εγένετο δὲ ἡνίκα ἔτικτεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς.
Verse: 28    
ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα Οὗτος ἐξελεύσεται πρότερος.
Verse: 29    
ὡς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐϑὺς ἐξῆλϑεν ἀδελϕὸς αὐτοῦ. δὲ εἶπεν Τί διεκόπη διὰ σὲ ϕραγμός; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες.
Verse: 30    
καὶ μετὰ τοῦτο ἐξῆλϑεν ἀδελϕὸς αὐτοῦ, ἐϕ' ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.