TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 43
Previous part

Chapter: 43 
Verse: 1    ῾Ο δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.
Verse: 2    
ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταϕαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς πατὴρ αὐτῶν Πάλιν πορευϑέντες πρίασϑε ἡμῖν μικρὰ βρώματα.
Verse: 3    
εἶπεν δὲ αὐτῷ Ιουδας λέγων Διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ἄνϑρωπος λέγων Οὐκ ὄψεσϑε τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀδελϕὸς ὑμῶν νεώτερος μεϑ' ὑμῶν .
Verse: 4    
εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελϕὸν ἡμῶν μεϑ' ἡμῶν, καταβησόμεϑα καὶ ἀγοράσωμέν σοι βρώματα·
Verse: 5    
εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελϕὸν ἡμῶν μεϑ' ἡμῶν, οὐ πορευσόμεϑα· γὰρ ἄνϑρωπος εἶπεν ἡμῖν λέγων Οὐκ ὄψεσϑέ μου τὸ πρόσωπον, ἐὰν μὴ ἀδελϕὸς ὑμῶν νεώτερος μεϑ' ὑμῶν .
Verse: 6    
εἶπεν δὲ Ισραηλ Τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τῷ ἀνϑρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελϕός;
Verse: 7    
οἱ δὲ εἶπαν ᾽Ερωτῶν ἐπηρώτησεν ἡμᾶς ἄνϑρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων Εἰ ἔτι πατὴρ ὑμῶν ζῇ; εἰ ἔστιν ὑμῖν ἀδελϕός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν ᾽Αγάγετε τὸν ἀδελϕὸν ὑμῶν;
Verse: 8    
εἶπεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ ᾽Απόστειλον τὸ παιδάριον μετ' ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεϑα, ἵνα ζῶμεν καὶ μὴ ἀποϑάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἀποσκευὴ ἡμῶν.
Verse: 9    
ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας.
Verse: 10    
εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς.
Verse: 11    
εἶπεν δὲ αὐτοῖς Ισραηλ πατὴρ αὐτῶν Εἰ οὕτως ἐστίν, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνϑρώπῳ δῶρα, τῆς ῥητίνης καὶ τοῦ μέλιτος, ϑυμίαμα καὶ στακτὴν καὶ τερέμινϑον καὶ κάρυα.
Verse: 12    
καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· τὸ ἀργύριον τὸ ἀποστραϕὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεϑ' ὑμῶν· μήποτε ἀγνόημά ἐστιν.
Verse: 13    
καὶ τὸν ἀδελϕὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνϑρωπον.
Verse: 14    
δὲ ϑεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνϑρώπου, καὶ ἀποστείλαι τὸν ἀδελϕὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν· ἐγὼ μὲν γάρ, καϑὰ ἠτέκνωμαι, ἠτέκνωμαι.
Verse: 15    
Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηϕ.
Verse: 16    
εἶδεν δὲ Ιωσηϕ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελϕὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ Εἰσάγαγε τοὺς ἀνϑρώπους εἰς τὴν οἰκίαν καὶ σϕάξον ϑύματα καὶ ἑτοίμασον· μετ' ἐμοῦ γὰρ ϕάγονται οἱ ἄνϑρωποι ἄρτους τὴν μεσημβρίαν.
Verse: 17    
ἐποίησεν δὲ ἄνϑρωπος, καϑὰ εἶπεν Ιωσηϕ, καὶ εἰσήγαγεν τοὺς ἀνϑρώπους εἰς τὸν οἶκον Ιωσηϕ.
Verse: 18    
ἰδόντες δὲ οἱ ἄνϑρωποι ὅτι εἰσήχϑησαν εἰς τὸν οἶκον Ιωσηϕ, εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραϕὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεϑα τοῦ συκοϕαντῆσαι ἡμᾶς καὶ ἐπιϑέσϑαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν.
Verse: 19    
προσελϑόντες δὲ πρὸς τὸν ἄνϑρωπον τὸν ἐπὶ τοῦ οἴκου Ιωσηϕ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου
Verse: 20    
λέγοντες Δεόμεϑα, κύριε· κατέβημεν τὴν ἀρχὴν πρίασϑαι βρώματα·
Verse: 21    
ἐγένετο δὲ ἡνίκα ἤλϑομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταϑμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν
Verse: 22    
καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεϑ' ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.
Verse: 23    
εἶπεν δὲ αὐτοῖς ῞Ιλεως ὑμῖν, μὴ ϕοβεῖσϑε· ϑεὸς ὑμῶν καὶ ϑεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν ϑησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
Verse: 24    
καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν.
Verse: 25    
ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλϑεῖν Ιωσηϕ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.
Verse: 26    
Εἰσῆλϑεν δὲ Ιωσηϕ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
Verse: 27    
ἠρώτησεν δὲ αὐτούς Πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς Εἰ ὑγιαίνει πατὴρ ὑμῶν πρεσβύτερος, ὃν εἴπατε; ἔτι ζῇ;
Verse: 28    
οἱ δὲ εἶπαν ῾Υγιαίνει παῖς σου πατὴρ ἡμῶν, ἔτι ζῇ. καὶ εἶπεν Εὐλογητὸς ἄνϑρωπος ἐκεῖνος τῷ ϑεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ.
Verse: 29    
ἀναβλέψας δὲ τοῖς ὀϕϑαλμοῖς Ιωσηϕ εἶδεν Βενιαμιν τὸν ἀδελϕὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν Οὗτος ἀδελϕὸς ὑμῶν νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν ῾Ο ϑεὸς ἐλεήσαι σε, τέκνον.
Verse: 30    
ἐταράχϑη δὲ Ιωσηϕ συνεστρέϕετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελϕῷ αὐτοῦ καὶ ἐζήτει κλαῦσαι· εἰσελϑὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ.
Verse: 31    
καὶ νιψάμενος τὸ πρόσωπον ἐξελϑὼν ἐνεκρατεύσατο καὶ εἶπεν Παράϑετε ἄρτους.
Verse: 32    
καὶ παρέϑηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καϑ' ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ' αὐτοῦ καϑ' ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσϑίειν μετὰ τῶν Εβραίων ἄρτους, βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις.
Verse: 33    
ἐκάϑισαν δὲ ἐναντίον αὐτοῦ, πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνϑρωποι ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ.
Verse: 34    
ἦραν δὲ μερίδας παρ' αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνϑη δὲ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. ἔπιον δὲ καὶ ἐμεϑύσϑησαν μετ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.