TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 44
Previous part

Chapter: 44 
Verse: 1    Καὶ ἐνετείλατο Ιωσηϕ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων Πλήσατε τοὺς μαρσίππους τῶν ἀνϑρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
Verse: 2    
καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήϑη δὲ κατὰ τὸ ῥῆμα Ιωσηϕ, καϑὼς εἶπεν.
Verse: 3    
τὸ πρωὶ διέϕαυσεν, καὶ οἱ ἄνϑρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.
Verse: 4    
ἐξελϑόντων δὲ αὐτῶν τὴν πόλιν [οὐκ ἀπέσχον μακράν] καὶ Ιωσηϕ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ ᾽Αναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνϑρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν;
Verse: 5    
ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; οὐ τοῦτό ἐστιν, ἐν πίνει κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετέλεσϑε, πεποιήκατε.
Verse: 6    
εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα.
Verse: 7    
οἱ δὲ εἶπον αὐτῷ ῞Ινα τί λαλεῖ κύριος κατὰ τὰ ῥήματα ταῦτα; μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο.
Verse: 8    
εἰ τὸ μὲν ἀργύριον, εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χανααν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον χρυσίον;
Verse: 9    
παρ' ἂν εὑρεϑῇ τὸ κόνδυ τῶν παίδων σου, ἀποϑνῃσκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεϑα παῖδες τῷ κυρίῳ ἡμῶν.
Verse: 10    
δὲ εἶπεν Καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται· ἄνϑρωπος, παρ' ἂν εὑρεϑῇ τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσϑε καϑαροί.
Verse: 11    
καὶ ἔσπευσαν καὶ καϑεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ.
Verse: 12    
ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλϑεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμιν.
Verse: 13    
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέϑηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
Verse: 14    
Εἰσῆλϑεν δὲ Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ πρὸς Ιωσηϕ ἔτι αὐτοῦ ὄντος ἐκεῖ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
Verse: 15    
εἶπεν δὲ αὐτοῖς Ιωσηϕ Τί τὸ πρᾶγμα τοῦτο, ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνϑρωπος οἷος ἐγώ;
Verse: 16    
εἶπεν δὲ Ιουδας Τί ἀντεροῦμεν τῷ κυρίῳ τί λαλήσωμεν τί δικαιωϑῶμεν; δὲ ϑεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ' εὑρέϑη τὸ κόνδυ.
Verse: 17    
εἶπεν δὲ Ιωσηϕ Μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἄνϑρωπος, παρ' εὑρέϑη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.
Verse: 18    
᾽Εγγίσας δὲ αὐτῷ Ιουδας εἶπεν Δέομαι, κύριε, λαλησάτω παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ ϑυμωϑῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραω.
Verse: 19    
κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου λέγων Εἰ ἔχετε πατέρα ἀδελϕόν;
Verse: 20    
καὶ εἴπαμεν τῷ κυρίῳ ῎Εστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ἀδελϕὸς αὐτοῦ ἀπέϑανεν, αὐτὸς δὲ μόνος ὑπελείϕϑη τῇ μητρὶ αὐτοῦ, δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
Verse: 21    
εἶπας δὲ τοῖς παισίν σου Καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ.
Verse: 22    
καὶ εἴπαμεν τῷ κυρίῳ Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποϑανεῖται.
Verse: 23    
σὺ δὲ εἶπας τοῖς παισίν σου ᾽Εὰν μὴ καταβῇ ἀδελϕὸς ὑμῶν νεώτερος μεϑ' ὑμῶν, οὐ προσϑήσεσϑε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου.
Verse: 24    
ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου.
Verse: 25    
εἶπεν δὲ ἡμῖν πατὴρ ἡμῶν Βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.
Verse: 26    
ἡμεῖς δὲ εἴπαμεν Οὐ δυνησόμεϑα καταβῆναι· ἀλλ' εἰ μὲν ἀδελϕὸς ἡμῶν νεώτερος καταβαίνει μεϑ' ἡμῶν, καταβησόμεϑα· οὐ γὰρ δυνησόμεϑα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνϑρώπου, τοῦ ἀδελϕοῦ τοῦ νεωτέρου μὴ ὄντος μεϑ' ἡμῶν.
Verse: 27    
εἶπεν δὲ παῖς σου πατὴρ ἡμῶν πρὸς ἡμᾶς ῾Υμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι γυνή·
Verse: 28    
καὶ ἐξῆλϑεν εἷς ἀπ' ἐμοῦ, καὶ εἴπατε ὅτι ϑηριόβρωτος γέγονεν, καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν·
Verse: 29    
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
Verse: 30    
νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν καὶ τὸ παιδάριον μὴ μεϑ' ἡμῶν δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς ,
Verse: 31    
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεϑ' ἡμῶν τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ' ὀδύνης εἰς ᾅδου.
Verse: 32    
γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων ᾽Εὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας.
Verse: 33    
νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελϕῶν.
Verse: 34    
πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεϑ' ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, εὑρήσει τὸν πατέρα μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.