TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 46
Previous part

Chapter: 46 
Verse: 1    ᾽Απάρας δὲ Ισραηλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλϑεν ἐπὶ τὸ ϕρέαρ τοῦ ὅρκου καὶ ἔϑυσεν ϑυσίαν τῷ ϑεῷ τοῦ πατρὸς αὐτοῦ Ισαακ.
Verse: 2    
εἶπεν δὲ ϑεὸς Ισραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακωβ, Ιακωβ. δὲ εἶπεν Τί ἐστιν;
Verse: 3    
λέγων ᾽Εγώ εἰμι ϑεὸς τῶν πατέρων σου· μὴ ϕοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔϑνος μέγα ποιήσω σε ἐκεῖ,
Verse: 4    
καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ιωσηϕ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀϕϑαλμούς σου.
Verse: 5    
ἀνέστη δὲ Ιακωβ ἀπὸ τοῦ ϕρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ιωσηϕ ἆραι αὐτόν,
Verse: 6    
καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χανααν, εἰσῆλϑον εἰς Αἴγυπτον, Ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ' αὐτοῦ,
Verse: 7    
υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, ϑυγατέρες καὶ ϑυγατέρες τῶν υἱῶν αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
Verse: 8    
Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσελϑόντων εἰς Αἴγυπτον. Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ιακωβ Ρουβην.
Verse: 9    
υἱοὶ δὲ Ρουβην· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι.
Verse: 10    
υἱοὶ δὲ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ υἱὸς τῆς Χανανίτιδος.
Verse: 11    
υἱοὶ δὲ Λευι· Γηρσων, Κααϑ καὶ Μεραρι.
Verse: 12    
υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα· ἀπέϑανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν· ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ.
Verse: 13    
υἱοὶ δὲ Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ.
Verse: 14    
υἱοὶ δὲ Ζαβουλων· Σερεδ καὶ Αλλων καὶ Αλοηλ.
Verse: 15    
οὗτοι υἱοὶ Λειας, οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Διναν τὴν ϑυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ ϑυγατέρες, τριάκοντα τρεῖς.
Verse: 16    
υἱοὶ δὲ Γαδ· Σαϕων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις.
Verse: 17    
υἱοὶ δὲ Ασηρ· Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια, καὶ Σαρα ἀδελϕὴ αὐτῶν. υἱοὶ δὲ Βαρια· Χοβορ καὶ Μελχιηλ.
Verse: 18    
οὗτοι υἱοὶ Ζελϕας, ἣν ἔδωκεν Λαβαν Λεια τῇ ϑυγατρὶ αὐτοῦ, ἔτεκεν τούτους τῷ Ιακωβ, δέκα ἓξ ψυχάς.
Verse: 19    
υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ· Ιωσηϕ καὶ Βενιαμιν.
Verse: 20    
ἐγένοντο δὲ υἱοὶ Ιωσηϕ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ασεννεϑ ϑυγάτηρ Πετεϕρη ἱερέως ῾Ηλίου πόλεως, τὸν Μανασση καὶ τὸν Εϕραιμ. ἐγένοντο δὲ υἱοὶ Μανασση, οὓς ἔτεκεν αὐτῷ παλλακὴ Σύρα, τὸν Μαχιρ· Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ. υἱοὶ δὲ Εϕραιμ ἀδελϕοῦ Μανασση· Σουταλααμ καὶ Τααμ. υἱοὶ δὲ Σουταλααμ· Εδεμ.
Verse: 21    
υἱοὶ δὲ Βενιαμιν· Βαλα καὶ Χοβωρ καὶ Ασβηλ. ἐγένοντο δὲ υἱοὶ Βαλα· Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμϕιν καὶ Οϕιμιν· Γηρα δὲ ἐγέννησεν τὸν Αραδ.
Verse: 22    
οὗτοι υἱοὶ Ραχηλ, οὓς ἔτεκεν τῷ Ιακωβ· πᾶσαι ψυχαὶ δέκα ὀκτώ.
Verse: 23    
υἱοὶ δὲ Δαν· Ασομ.
Verse: 24    
καὶ υἱοὶ Νεϕϑαλι· Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ.
Verse: 25    
οὗτοι υἱοὶ Βαλλας, ἣν ἔδωκεν Λαβαν Ραχηλ τῇ ϑυγατρὶ αὐτοῦ, ἔτεκεν τούτους τῷ Ιακωβ· πᾶσαι ψυχαὶ ἑπτά.
Verse: 26    
πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελϑοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον, οἱ ἐξελϑόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ.
Verse: 27    
υἱοὶ δὲ Ιωσηϕ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελϑοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε.
Verse: 28    
Τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσϑεν αὐτοῦ πρὸς Ιωσηϕ συναντῆσαι αὐτῷ καϑ' ῾Ηρώων πόλιν εἰς γῆν Ραμεσση.
Verse: 29    
ζεύξας δὲ Ιωσηϕ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ισραηλ τῷ πατρὶ αὐτοῦ καϑ' ῾Ηρώων πόλιν καὶ ὀϕϑεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυϑμῷ πλείονι.
Verse: 30    
καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηϕ ᾽Αποϑανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
Verse: 31    
εἶπεν δὲ Ιωσηϕ πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ ᾽Αναβὰς ἀπαγγελῶ τῷ Φαραω καὶ ἐρῶ αὐτῷ Οἱ ἀδελϕοί μου καὶ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανααν, ἥκασιν πρός με·
Verse: 32    
οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόϕοι ἦσαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν.
Verse: 33    
ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραω καὶ εἴπῃ ὑμῖν Τί τὸ ἔργον ὑμῶν ἐστιν;
Verse: 34    
ἐρεῖτε ῎Ανδρες κτηνοτρόϕοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσεμ ᾽Αραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.