TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 810
Previous part

Chapter: 21 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
᾽Ακούσατε ἀκούσατέ μου τῶν λόγων,
ἵνα μὴ μοι παρ' ὑμῶν αὕτη παράκλησις.
Verse: 3 
ἄρατέ με, ἐγὼ δὲ λαλήσω,
εἶτ' οὐ καταγελάσετέ μου.
Verse: 4 
τί γάρ; μὴ ἀνϑρώπου μου ἔλεγξις;
διὰ τί οὐ ϑυμωϑήσομαι;
Verse: 5 
εἰσβλέψαντες εἰς ἐμὲ ϑαυμάσατε
χεῖρα ϑέντες ἐπὶ σιαγόνι.
Verse: 6 
ἐάν τε γὰρ μνησϑῶ, ἐσπούδακα,
ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.
Verse: 7 
διὰ τί ἀσεβεῖς ζῶσιν,
πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
Verse: 8 
σπόρος αὐτῶν κατὰ ψυχήν,
τὰ δὲ τέκνα αὐτῶν ἐν ὀϕϑαλμοῖς.
Verse: 9 
οἱ οἶκοι αὐτῶν εὐϑηνοῦσιν, ϕόβος δὲ οὐδαμοῦ,
μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς.
Verse: 10 
βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν,
διεσώϑη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσϕαλεν.
Verse: 11 
μένουσιν δὲ ὡς πρόβατα αἰώνια,
τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν
Verse: 12 
ἀναλαβόντες ψαλτήριον καὶ κιϑάραν
καὶ εὐϕραίνονται ϕωνῇ ψαλμοῦ.
Verse: 13 
συνετέλεσαν δὲ ἐν ἀγαϑοῖς τὸν βίον αὐτῶν,
ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήϑησαν.
Verse: 14 
λέγει δὲ κυρίῳ ᾽Απόστα ἀπ' ἐμοῦ,
ὁδούς σου εἰδέναι οὐ βούλομαι·
Verse: 15 
τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ;
καὶ τίς ὠϕέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;S
Verse: 16 
ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαϑά,
ἔργα δὲ ἀσεβῶν οὐκ ἐϕορᾷ.
Verse: 17 
οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσϑήσεται,
ἐπελεύσεται δὲ αὐτοῖς καταστροϕή,
ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.
Verse: 18 
ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου
ὥσπερ κονιορτός, ὃν ὑϕείλατο λαῖλαψ.
Verse: 19 
ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ·
ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.S
Verse: 20 
ἴδοισαν οἱ ὀϕϑαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σϕαγήν,
ἀπὸ δὲ κυρίου μὴ διασωϑείη·
Verse: 21 
ὅτι τί ϑέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ' αὐτόν;
καὶ ἀριϑμοὶ μηνῶν αὐτοῦ διῃρέϑησαν.S
Verse: 22 
πότερον οὐχὶ κύριός ἐστιν διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
αὐτὸς δὲ ϕόνους διακρινεῖ.
Verse: 23 
οὗτος ἀποϑανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ,
ὅλος δὲ εὐπαϑῶν καὶ εὐϑηνῶν·S
Verse: 24 
τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος,
μυελὸς δὲ αὐτοῦ διαχεῖται.
Verse: 25 
δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς
οὐ ϕαγὼν οὐδὲν ἀγαϑόν.
Verse: 26 
ὁμοϑυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται,
σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
Verse: 27 
ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισϑέ μοι·
Verse: 28 
ὅτι ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος;
καὶ ποῦ ἐστιν σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
Verse: 29 
ἐρωτήσατε παραπορευομένους ὁδόν,
καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
Verse: 30 
ὅτι εἰς ἡμέραν ἀπωλείας κουϕίζεται πονηρός,
εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχϑήσονται.
Verse: 31 
τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ;
καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
Verse: 32 
καὶ αὐτὸς εἰς τάϕους ἀπηνέχϑη
καὶ ἐπὶ σορῷ ἠγρύπνησεν.
Verse: 33 
ἐγλυκάνϑησαν αὐτῷ χάλικες χειμάρρου,
καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνϑρωπος ἀπελεύσεται,
καὶ ἔμπροσϑεν αὐτοῦ ἀναρίϑμητοι.S
Verse: 34 
πῶς δὲ παρακαλεῖτέ με κενά;
τὸ δὲ ἐμὲ καταπαύσασϑαι ἀϕ' ὑμῶν οὐδέν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.