TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 811
Previous part

Chapter: 22 
Verse: 1  ῾Υπολαβὼν δὲ Ελιϕας Θαιμανίτης λέγει
Verse: 2 
Πότερον οὐχὶ κύριός ἐστιν διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
Verse: 3 
τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσϑα τοῖς ἔργοις ἄμεμπτος;
ὠϕέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου;S
Verse: 4 
λόγον σου ποιούμενος ἐλέγξει σε
καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
Verse: 5 
πότερον οὐχ κακία σού ἐστιν πολλή,
ἀναρίϑμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι;
Verse: 6 
ἠνεχύραζες δὲ τοὺς ἀδελϕούς σου διὰ κενῆς,
ἀμϕίασιν δὲ γυμνῶν ἀϕείλου·
Verse: 7 
οὐδὲ ὕδωρ διψῶντας ἐπότισας,
ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
Verse: 8 
ἐϑαύμασας δέ τινων πρόσωπον,
ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·
Verse: 9 
χήρας δὲ ἐξαπέστειλας κενάς,
ὀρϕανοὺς δὲ ἐκάκωσας.
Verse: 10 
τοιγαροῦν ἐκύκλωσάν σε παγίδες,
καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος·
Verse: 11 
τὸ ϕῶς σοι σκότος ἀπέβη,
κοιμηϑέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
Verse: 12 
μὴ οὐχὶ τὰ ὑψηλὰ ναίων ἐϕορᾷ,
τοὺς δὲ ὕβρει ϕερομένους ἐταπείνωσεν;
Verse: 13 
καὶ εἶπας Τί ἔγνω ἰσχυρός;
κατὰ τοῦ γνόϕου κρινεῖ;
Verse: 14 
νέϕη ἀποκρυϕὴ αὐτοῦ, καὶ οὐχ ὁραϑήσεται
καὶ γῦρον οὐρανοῦ διαπορεύσεται.
Verse: 15 
μὴ τρίβον αἰώνιον ϕυλάξεις,
ἣν ἐπάτησαν ἄνδρες ἄδικοι,
Verse: 16 
οἳ συνελήμϕϑησαν ἄωροι;
ποταμὸς ἐπιρρέων οἱ ϑεμέλιοι αὐτῶνS
Verse: 17 
οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν;
τί ἐπάξεται ἡμῖν παντοκράτωρ;
Verse: 18 
ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαϑῶν,
βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ' αὐτοῦ.
Verse: 19 
ἰδόντες δίκαιοι ἐγέλασαν,
ἄμεμπτος δὲ ἐμυκτήρισεν.
Verse: 20 
εἰ μὴ ἠϕανίσϑη ὑπόστασις αὐτῶν,
καὶ τὸ κατάλειμμα αὐτῶν καταϕάγεται πῦρ.S
Verse: 21 
γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς·
εἶτ' καρπός σου ἔσται ἐν ἀγαϑοῖς.
Verse: 22 
ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν
καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
Verse: 23 
ἐὰν δὲ ἐπιστραϕῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου,
πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον.
Verse: 24 
ϑήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ
καὶ ὡς πέτρᾳ χειμάρρους Ωϕιρ.S
Verse: 25 
ἔσται οὖν σου παντοκράτωρ βοηϑὸς ἀπὸ ἐχϑρῶν,
καϑαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
Verse: 26 
εἶτα παρρησιασϑήσῃ ἔναντι κυρίου
ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς·
Verse: 27 
εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου,
δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·
Verse: 28 
ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης,
ἐπὶ δὲ ὁδοῖς σου ἔσται ϕέγγος.
Verse: 29 
ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς ῾Υπερηϕανεύσατο,
καὶ κύϕοντα ὀϕϑαλμοῖς σώσει·
Verse: 30 
ῥύσεται ἀϑῷον,
καὶ διασώϑητι ἐν καϑαραῖς χερσίν σου.S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.