TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 812
Previous part

Chapter: 23 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἔλεγξίς ἐστιν,
καὶ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ.
Verse: 3 
τίς δ' ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν
καὶ ἔλϑοιμι εἰς τέλος;
Verse: 4 
εἴποιμι δὲ ἐμαυτοῦ κρίμα,
τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων·
Verse: 5 
γνῴην δὲ ῥήματα, μοι ἐρεῖ,
αἰσϑοίμην δὲ τίνα μοι ἀπαγγελεῖ.
Verse: 6 
καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι,
εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·
Verse: 7 
ἀλήϑεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ,
ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.
Verse: 8 
εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί·
τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα;
Verse: 9 
ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον·
περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι.S
Verse: 10 
οἶδεν γὰρ ἤδη ὁδόν μου,
διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον.
Verse: 11 
ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ·
ὁδοὺς γὰρ αὐτοῦ ἐϕύλαξα καὶ οὐ μὴ ἐκκλίνω.
Verse: 12 
ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλϑω,
ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.
Verse: 13 
εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ἀντειπὼν αὐτῷ;
γὰρ αὐτὸς ἠϑέλησεν, καὶ ἐποίησεν.
Verse: 15 
διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπούδακα·
νουϑετούμενος δὲ ἐϕρόντισα αὐτοῦ.
Verse: 15a 
ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασϑῶ·
κατανοήσω καὶ πτοηϑήσομαι ἐξ αὐτοῦ.S
Verse: 16 
κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου,
δὲ παντοκράτωρ ἐσπούδασέν με.
Verse: 17 
οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος,
πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόϕος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.