TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 813
Previous part

Chapter: 24 
Verse: 1  διὰ τί δὲ κύριον ἔλαϑον ὧραι,
Verse: 2 
ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν
ποίμνιον σὺν ποιμένι ἁρπάσαντες;
Verse: 3 
ὑποζύγιον ὀρϕανῶν ἀπήγαγον
καὶ βοῦν χήρας ἠνεχύρασαν.
Verse: 4 
ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας,
ὁμοϑυμαδὸν ἐκρύβησαν πραεῖς γῆς.S
Verse: 5 
ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ
ὑπὲρ ἐμοῦ ἐξελϑόντες τὴν ἑαυτῶν πρᾶξιν·
ἡδύνϑη αὐτῷ ἄρτος εἰς νεωτέρους.S
Verse: 6 
ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐϑέρισαν·
ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισϑὶ καὶ ἀσιτὶ ἠργάσαντο.
Verse: 7 
γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων,
ἀμϕίασιν δὲ ψυχῆς αὐτῶν ἀϕείλαντο.
Verse: 8 
ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται,S
παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο.
Verse: 9 
ἥρπασαν ὀρϕανὸν ἀπὸ μαστοῦ,
ἐκπεπτωκότα δὲ ἐταπείνωσαν.
Verse: 10 
γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως,
πεινώντων δὲ τὸν ψωμὸν ἀϕείλαντο.
Verse: 11 
ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν,
ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν.
Verse: 12 
οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο,
ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα,
αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται;
Verse: 13 
ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν,
ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν
οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύϑησαν.
Verse: 14 
γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος,
καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
Verse: 15 
καὶ ὀϕϑαλμὸς μοιχοῦ ἐϕύλαξεν σκότος
λέγων Οὐ προσνοήσει με ὀϕϑαλμός,
καὶ ἀποκρυβὴν προσώπου ἔϑετο.
Verse: 16 
διώρυξεν ἐν σκότει οἰκίας·
ἡμέρας ἐσϕράγισαν ἑαυτούς,
οὐκ ἐπέγνωσαν ϕῶς·
Verse: 17 
ὅτι ὁμοϑυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ ϑανάτου,
ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς ϑανάτου.
Verse: 18 
ἐλαϕρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·S
καταραϑείη μερὶς αὐτῶν ἐπὶ γῆς.
Verse: 19 
ἀναϕανείη δὲ τὰ ϕυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά·
ἀγκαλίδα γὰρ ὀρϕανῶν ἥρπασαν.
Verse: 20 
εἶτ' ἀνεμνήσϑη αὐτοῦ ἁμαρτία,
ὥσπερ δὲ ὁμίχλη δρόσου ἀϕανὴς ἐγένετο·
ἀποδοϑείη δὲ αὐτῷ ἔπραξεν,
συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
Verse: 21 
στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν
καὶ γύναιον οὐκ ἠλέησεν,
Verse: 22 
ϑυμῷ δὲ κατέστρεψεν ἀδυνάτους.
ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς·
Verse: 23 
μαλακισϑεὶς μὴ ἐλπιζέτω ὑγιασϑῆναι, ἀλλὰ πεσεῖται νόσῳ.
Verse: 24 
πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ·
ἐμαράνϑη δὲ ὥσπερ μολόχη ἐν καύματι
ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.
Verse: 25 
εἰ δὲ μή, τίς ἐστιν ϕάμενος ψευδῆ με λέγειν
καὶ ϑήσει εἰς οὐδὲν τὰ ῥήματά μου;S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.