TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 815
Previous part

Chapter: 26 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
Τίνι πρόσκεισαι τίνι μέλλεις βοηϑεῖν;
πότερον οὐχ πολλὴ ἰσχὺς καὶ βραχίων κραταιός ἐστιν;
Verse: 3 
τίνι συμβεβούλευσαι; οὐχ πᾶσα σοϕία;
τίνι ἐπακολουϑήσεις; οὐχ μεγίστη δύναμις;
Verse: 4 
τίνι ἀνήγγειλας ῥήματα;
πνοὴ δὲ τίνος ἐστὶν ἐξελϑοῦσα ἐκ σοῦ;
Verse: 5 
μὴ γίγαντες μαιωϑήσονται
ὑποκάτωϑεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;
Verse: 6 
γυμνὸς ᾅδης ἐπώπιον αὐτοῦ,
καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
Verse: 7 
ἐκτείνων βορέαν ἐπ' οὐδέν,
κρεμάζων γῆν ἐπὶ οὐδενός·
Verse: 8 
δεσμεύων ὕδωρ ἐν νεϕέλαις αὐτοῦ,
καὶ οὐκ ἐρράγη νέϕος ὑποκάτω αὐτοῦ·
Verse: 9 
κρατῶν πρόσωπον ϑρόνου,
ἐκπετάζων ἐπ' αὐτὸν νέϕος αὐτοῦ.
Verse: 10 
πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος
μέχρι συντελείας ϕωτὸς μετὰ σκότους.
Verse: 11 
στῦλοι οὐρανοῦ ἐπετάσϑησαν
καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.S
Verse: 12 
ἰσχύι κατέπαυσεν τὴν ϑάλασσαν,
ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·
Verse: 13 
κλεῖϑρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν,
προστάγματι δὲ ἐϑανάτωσεν δράκοντα ἀποστάτην.
Verse: 14 
ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,
καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεϑα ἐν αὐτῷ·S
σϑένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.