TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 817
Previous part

Chapter: 28 
Verse: 1  ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅϑεν γίνεται,
τόπος δὲ χρυσίῳ, ὅϑεν διηϑεῖται.
Verse: 2 
σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται,
χαλκὸς δὲ ἴσα λίϑῳ λατομεῖται.
Verse: 3 
τάξιν ἔϑετο σκότει,
καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται·
λίϑος σκοτία καὶ σκιὰ ϑανάτου,
Verse: 4 
διακοπὴ χειμάρρου ἀπὸ κονίας·S
οἱ δὲ ἐπιλανϑανόμενοι ὁδὸν δικαίαν ἠσϑένησαν ἐκ βροτῶν.
Verse: 5 
γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος,
ὑποκάτω αὐτῆς ἐστράϕη ὡσεὶ πῦρ.
Verse: 6 
τόπος σαπϕείρου οἱ λίϑοι αὐτῆς,
καὶ χῶμα, χρυσίον αὐτῷ.
Verse: 7 
τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν,
καὶ οὐ παρέβλεψεν αὐτὴν ὀϕϑαλμὸς γυπός·
Verse: 8 
οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων,
οὐ παρῆλϑεν ἐπ' αὐτῆς λέων.
Verse: 9 
ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,S
κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
Verse: 10 
δίνας δὲ ποταμῶν ἔρρηξεν,
πᾶν δὲ ἔντιμον εἶδέν μου ὀϕϑαλμός·
Verse: 11 
βάϑη δὲ ποταμῶν ἀνεκάλυψεν,
ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς ϕῶς.
Verse: 12 
δὲ σοϕία πόϑεν εὑρέϑη;
ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
Verse: 13 
οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς,
οὐδὲ μὴ εὑρεϑῇ ἐν ἀνϑρώποις.
Verse: 14 
ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί·
καὶ ϑάλασσα εἶπεν Οὐκ ἔστιν μετ' ἐμοῦ.
Verse: 15 
οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτῆς,
καὶ οὐ σταϑήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς·
Verse: 16 
καὶ οὐ συμβασταχϑήσεται χρυσίῳ Ωϕιρ,
ἐν ὄνυχι τιμίῳ καὶ σαπϕείρῳ·
Verse: 17 
οὐκ ἰσωϑήσεται αὐτῇ χρυσίον καὶ ὕαλος
καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ·
Verse: 18 
μετέωρα καὶ γαβις οὐ μνησϑήσεται,
καὶ ἕλκυσον σοϕίαν ὑπὲρ τὰ ἐσώτατα·
Verse: 19 
οὐκ ἰσωϑήσεται αὐτῇ τοπάζιον Αἰϑιοπίας,
χρυσίῳ καϑαρῷ οὐ συμβασταχϑήσεται.S
Verse: 20 
δὲ σοϕία πόϑεν εὑρέϑη;
ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
Verse: 21 
λέληϑεν πάντα ἄνϑρωπον
καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
Verse: 22 
ἀπώλεια καὶ ϑάνατος εἶπανS
᾽Ακηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
Verse: 23 
ϑεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν,
αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς·
Verse: 24 
αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐϕορᾷ
εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἐποίησεν,
Verse: 25 
ἀνέμων σταϑμὸν ὕδατός τε μέτρα·
Verse: 26 
ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίϑμησεν
καὶ ὁδὸν ἐν τινάγματι ϕωνάς·
Verse: 27 
τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν,S
ἑτοιμάσας ἐξιχνίασεν.
Verse: 28 
εἶπεν δὲ ἀνϑρώπῳ ᾽Ιδοὺ ϑεοσέβειά ἐστιν σοϕία,
τὸ δὲ ἀπέχεσϑαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.