TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 818
Previous part

Chapter: 29 
Verse: 1  ῎Ετι δὲ προσϑεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ
Verse: 2 
Τίς ἄν με ϑείη κατὰ μῆνα ἔμπροσϑεν ἡμερῶν, ὧν με ϑεὸς // ἐϕύλαξεν;
Verse: 3 
ὡς ὅτε ηὔγει λύχνος αὐτοῦ ὑπὲρ κεϕαλῆς μου,
ὅτε τῷ ϕωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·
Verse: 4 
ὅτε ἤμην ἐπιβρίϑων ὁδοῖς,
ὅτε ϑεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·
Verse: 5 
ὅτε ἤμην ὑλώδης λίαν,
κύκλῳ δέ μου οἱ παῖδες·
Verse: 6 
ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ,
τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·
Verse: 7 
ὅτε ἐξεπορευόμην ὄρϑριος ἐν πόλει,
ἐν δὲ πλατείαις ἐτίϑετό μου δίϕρος.
Verse: 8 
ἰδόντες με νεανίσκοι ἐκρύβησαν,
πρεσβῦται δὲ πάντες ἔστησαν·
Verse: 9 
ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες
δάκτυλον ἐπιϑέντες ἐπὶ στόματι.
Verse: 10 
οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με,
καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήϑη·
Verse: 11 
ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με,S
ὀϕϑαλμὸς δὲ ἰδών με ἐξέκλινεν.
Verse: 12 
διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου
καὶ ὀρϕανῷ, οὐκ ἦν βοηϑός, ἐβοήϑησα·
Verse: 13 
εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλϑοι,S
στόμα δὲ χήρας με εὐλόγησεν.
Verse: 14 
δικαιοσύνην δὲ ἐνεδεδύκειν,
ἠμϕιασάμην δὲ κρίμα ἴσα διπλοίδι.
Verse: 15 
ὀϕϑαλμὸς ἤμην τυϕλῶν,
ποὺς δὲ χωλῶν.
Verse: 16 
ἐγὼ ἤμην πατὴρ ἀδυνάτων,
δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα·
Verse: 17 
συνέτριψα δὲ μύλας ἀδίκων,
ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα.
Verse: 18 
εἶπα δέ ῾Η ἡλικία μου γηράσει,
ὥσπερ στέλεχος ϕοίνικος πολὺν χρόνον βιώσω·
Verse: 19 
ῥίζα μου διήνοικται ἐπὶ ὕδατος,
καὶ δρόσος αὐλισϑήσεται ἐν τῷ ϑερισμῷ μου·
Verse: 20 
δόξα μου καινὴ μετ' ἐμοῦ,
καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται.S
Verse: 21 
ἐμοῦ ἀκούσαντες προσέσχον,
ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ·
Verse: 22 
ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέϑεντο,
περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν·
Verse: 23 
ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν,
οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν.
Verse: 24 
ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν,
καὶ ϕῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν·
Verse: 25 
ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάϑισα ἄρχων
καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον // παϑεινοὺς παρακαλῶν.S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.