TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 819
Previous part

Chapter: 30 
Verse: 1  νυνὶ δὲ κατεγέλασάν μου,
ἐλάχιστοι νῦν νουϑετοῦσίν με ἐν μέρει,
ὧν ἐξουδένουν πατέρας αὐτῶν,S
οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
Verse: 2 
καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι;
ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια
Verse: 3 
ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος·
οἱ ϕεύγοντες ἄνυδρον ἐχϑὲς συνοχὴν καὶ ταλαιπωρίαν,
Verse: 4 
οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι,S
οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα,
ἄτιμοι δὲ καὶ πεϕαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαϑοῦ,
οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου.
Verse: 5 
ἐπανέστησάν μοι κλέπται,
Verse: 6 
ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν·
Verse: 7 
ἀνὰ μέσον εὐήχων βοήσονται·S
οἳ ὑπὸ ϕρύγανα ἄγρια διῃτῶντο,
Verse: 8 
ἀϕρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα
καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.
Verse: 9 
νυνὶ δὲ κιϑάρα ἐγώ εἰμι αὐτῶν,
καὶ ἐμὲ ϑρύλημα ἔχουσιν·
Verse: 10 
ἐβδελύξαντο δέ με ἀποστάντες μακράν,
ἀπὸ δὲ προσώπου μου οὐκ ἐϕείσαντο πτύελον.
Verse: 11 
ἀνοίξας γὰρ ϕαρέτραν αὐτοῦ ἐκάκωσέν με,
καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν.
Verse: 12 
ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν,
πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ' ἐμὲ τρίβους ἀπωλείας // αὐτῶν.
Verse: 13 
ἐξετρίβησαν τρίβοι μου,S
ἐξέδυσεν γάρ μου τὴν στολήν·
Verse: 14 
βέλεσιν αὐτοῦ κατηκόντισέν με,
κέχρηταί μοι ὡς βούλεται, ἐν ὀδύναις πέϕυρμαι.
Verse: 15 
ἐπιστρέϕονται δέ μου αἱ ὀδύναι,
ᾤχετό μου ἐλπὶς ὥσπερ πνεῦμα
καὶ ὥσπερ νέϕος σωτηρία μου.
Verse: 16 
καὶ νῦν ἐπ' ἐμὲ ἐκχυϑήσεται ψυχή μου,S
ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·
Verse: 17 
νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται,
τὰ δὲ νεῦρά μου διαλέλυται.
Verse: 18 
ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς,
ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.S
Verse: 19 
ἥγησαι δέ με ἴσα πηλῷ,
ἐν γῇ καὶ σποδῷ μου μερίς·
Verse: 20 
κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου,
ἔστησαν καὶ κατενόησάν με·S
Verse: 21 
ἐπέβης δέ μοι ἀνελεημόνως,
χειρὶ κραταιᾷ με ἐμαστίγωσας·
Verse: 22 
ἔταξας δέ με ἐν ὀδύναις
καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.S
Verse: 23 
οἶδα γὰρ ὅτι ϑάνατός με ἐκτρίψει·
οἰκία γὰρ παντὶ ϑνητῷ γῆ.
Verse: 24 
εἰ γὰρ ὄϕελον δυναίμην ἐμαυτὸν χειρώσασϑαι,
δεηϑείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
Verse: 25 
ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα,
ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.
Verse: 26 
ἐγὼ δὲ ἐπέχων ἀγαϑοῖς,
ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.
Verse: 27 
κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται,
προέϕϑασάν με ἡμέραι πτωχείας.S
Verse: 28 
στένων πεπόρευμαι ἄνευ ϕιμοῦ,
ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
Verse: 29 
ἀδελϕὸς γέγονα σειρήνων,
ἑταῖρος δὲ στρουϑῶν.
Verse: 30 
τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως,
τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
Verse: 31 
ἀπέβη δὲ εἰς πάϑος μου κιϑάρα,
δὲ ψαλμός μου εἰς κλαυϑμὸν ἐμοί.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.