TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 822
Previous part

Chapter: 33 
Verse: 1  οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ιωβ, τὰ ῥήματά μου
καὶ λαλιὰν ἐνωτίζου μου·
Verse: 2 
ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου,
καὶ ἐλάλησεν γλῶσσά μου.
Verse: 3 
καϑαρά μου καρδία ῥήμασιν,
σύνεσις δὲ χειλέων μου καϑαρὰ νοήσει.
Verse: 4 
πνεῦμα ϑεῖον τὸ ποιῆσάν με,
πνοὴ δὲ παντοκράτορος διδάσκουσά με.
Verse: 5 
ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα·
ὑπόμεινον, στῆϑι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ.
Verse: 6 
ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ,
ἐκ τοῦ αὐτοῦ διηρτίσμεϑα.
Verse: 7 
οὐχ ϕόβος μού σε στροβήσει,
οὐδὲ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
Verse: 8 
πλὴν εἶπας ἐν ὠσίν μου,S
ϕωνὴν ῥημάτων σου ἀκήκοα·
Verse: 9 
διότι λέγεις Καϑαρός εἰμι οὐχ ἁμαρτών,
ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα·
Verse: 10 
μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν,
ἥγηται δέ με ὥσπερ ὑπεναντίον·
Verse: 11 
ἔϑετο δὲ ἐν ξύλῳ τὸν πόδα μου,
ἐϕύλαξεν δέ μου πάσας τὰς ὁδούς.
Verse: 12 
πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου;
αἰώνιος γάρ ἐστιν ἐπάνω βροτῶν.
Verse: 13 
λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα;
Verse: 14 
ἐν γὰρ τῷ ἅπαξ λαλήσαι κύριος,
ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον,
Verse: 15 
ἐν μελέτῃ νυκτερινῇ,
ὡς ὅταν ἐπιπίπτῃ δεινὸς ϕόβος ἐπ' ἀνϑρώπους
ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης·
Verse: 16 
τότε ἀνακαλύπτει νοῦν ἀνϑρώπων,
ἐν εἴδεσιν ϕόβου τοιούτοις αὐτοὺς ἐξεϕόβησεν
Verse: 17 
ἀποστρέψαι ἄνϑρωπον ἐξ ἀδικίας,
τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.
Verse: 18 
ἐϕείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ ϑανάτου
καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ.
Verse: 19 
πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης
καὶ πλῆϑος ὀστῶν αὐτοῦ ἐνάρκησεν,S
Verse: 20 
πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασϑαι
καὶ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιϑυμήσει,S
Verse: 21 
ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες
καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά·
Verse: 22 
ἤγγισεν δὲ εἰς ϑάνατον ψυχὴ αὐτοῦ,
δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ.
Verse: 23 
ἐὰν ὦσιν χίλιοι ἄγγελοι ϑανατηϕόροι,
εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν·
ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραϕῆναι ἐπὶ κύριον,
ἀναγγείλῃ δὲ ἀνϑρώπῳ τὴν ἑαυτοῦ μέμψιν,
τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,
Verse: 24 
ἀνϑέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς ϑάνατον,
ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιϕὴν ἐπὶ τοίχου,
τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·
Verse: 25 
ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου,
ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωϑέντα ἐν ἀνϑρώποις.
Verse: 26 
εὐξάμενος δὲ πρὸς κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται,
εἰσελεύσεται δὲ προσώπῳ καϑαρῷ σὺν ἐξηγορίᾳ·
ἀποδώσει δὲ ἀνϑρώποις δικαιοσύνην.
Verse: 27 
εἶτα τότε ἀπομέμψεται ἄνϑρωπος αὐτὸς ἑαυτῷ λέγων
Οἷα συνετέλουν, καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.
Verse: 28 
σῶσον ψυχήν μου τοῦ μὴ ἐλϑεῖν εἰς διαϕϑοράν,
καὶ ζωή μου ϕῶς ὄψεται.
Verse: 29 
ἰδοὺ πάντα ταῦτα ἐργᾶται ἰσχυρὸς
ὁδοὺς τρεῖς μετὰ ἀνδρός.S
Verse: 30 
ἀλλ' ἐρρύσατο τὴν ψυχήν μου ἐκ ϑανάτου,
ἵνα ζωή μου ἐν ϕωτὶ αἰνῇ αὐτόν.
Verse: 31 
ἐνωτίζου, Ιωβ, καὶ ἄκουέ μου·
κώϕευσον, καὶ ἐγώ εἰμι λαλήσω.
Verse: 32 
εἰ εἰσὶν λόγοι, ἀποκρίϑητί μοι·
λάλησον, ϑέλω γὰρ δικαιωϑῆναί σε.
Verse: 33 
εἰ μή, σὺ ἄκουσόν μου·
κώϕευσον, καὶ διδάξω σε σοϕίαν.S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.