TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 823
Previous part

Chapter: 34 
Verse: 1  ῾Υπολαβὼν δὲ Ελιους λέγει
Verse: 2 
᾽Ακούσατέ μου, σοϕοί·
ἐπιστάμενοι, ἐνωτίζεσϑε τὸ καλόν·
Verse: 3 
ὅτι οὖς λόγους δοκιμάζει,
καὶ λάρυγξ γεύεται βρῶσιν.
Verse: 4 
κρίσιν ἑλώμεϑα ἑαυτοῖς,
γνῶμεν ἀνὰ μέσον ἑαυτῶν τι καλόν.S
Verse: 5 
ὅτι εἴρηκεν Ιωβ Δίκαιός εἰμι,
κύριος ἀπήλλαξέν μου τὸ κρίμα,
Verse: 6 
ἐψεύσατο δὲ τῷ κρίματί μου,
βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
Verse: 7 
τίς ἀνὴρ ὥσπερ Ιωβ
πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρS
Verse: 8 
οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας
ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα
τοῦ πορευϑῆναι μετὰ ἀσεβῶν;
Verse: 9 
μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός·
καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου.
Verse: 10 
διό, συνετοὶ καρδίας, ἀκούσατέ μου
Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι
καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον·
Verse: 11 
ἀλλὰ ἀποδιδοῖ ἀνϑρώπῳ καϑὰ ποιεῖ ἕκαστος αὐτῶν,
καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.S
Verse: 12 
οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν;
παντοκράτωρ ταράξει κρίσιν;
Verse: 13 
ὃς ἐποίησεν τὴν γῆν·
τίς δέ ἐστιν ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;
Verse: 14 
εἰ γὰρ βούλοιτο συνέχειν
καὶ τὸ πνεῦμα παρ' αὐτῷ κατασχεῖν,
Verse: 15 
τελευτήσει πᾶσα σὰρξ ὁμοϑυμαδόν,
πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅϑεν καὶ ἐπλάσϑη.
Verse: 16 
εἰ δὲ μὴ νουϑετῇ, ἄκουε ταῦτα,
ἐνωτίζου ϕωνὴν ῥημάτων.
Verse: 17 
ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα
καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς
ὄντα αἰώνιον δίκαιον.
Verse: 18 
ἀσεβὴς λέγων βασιλεῖ Παρανομεῖς,
ἀσεβέστατε τοῖς ἄρχουσιν·S
Verse: 19 
ὃς οὐκ ἐπῃσχύνϑη πρόσωπον ἐντίμου
οὐδὲ οἶδεν τιμὴν ϑέσϑαι ἁδροῖς
ϑαυμασϑῆναι πρόσωπα αὐτῶν.
Verse: 20 
κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσϑαι ἀνδρός·
ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων.
Verse: 21 
αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνϑρώπων,
λέληϑεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν,
Verse: 22 
οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
Verse: 23 
ὅτι οὐκ ἐπ' ἄνδρα ϑήσει ἔτι·S
γὰρ κύριος πάντας ἐϕορᾷ
Verse: 24 
καταλαμβάνων ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριϑμός·
Verse: 25 
γνωρίζων αὐτῶν τὰ ἔργα
καὶ στρέψει νύκτα, καὶ ταπεινωϑήσονται.S
Verse: 26 
ἔσβεσεν δὲ ἀσεβεῖς,
ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ,
Verse: 27 
ὅτι ἐξέκλιναν ἐκ νόμου ϑεοῦ,
δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν
Verse: 28 
τοῦ ἐπαγαγεῖν ἐπ' αὐτὸν κραυγὴν πένητος,
καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.
Verse: 29 
καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται;
καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν;
καὶ κατὰ ἔϑνους καὶ κατὰ ἀνϑρώπου ὁμοῦ
Verse: 30 
βασιλεύων ἄνϑρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
Verse: 31 
ὅτι πρὸς τὸν ἰσχυρὸν λέγων Εἴληϕα, οὐκ ἐνεχυράσω·
Verse: 32 
ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι·
εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσϑήσω.
Verse: 33 
μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν;
ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ·
καὶ τί ἔγνως λάλησον.S
Verse: 34 
διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα,
ἀνὴρ δὲ σοϕὸς ἀκήκοέν μου τὸ ῥῆμα.
Verse: 35 
Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν,
τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.
Verse: 36 
οὐ μὴν δὲ ἀλλὰ μάϑε, Ιωβ,
μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄϕρονες,
Verse: 37 
ἵνα μὴ προσϑῶμεν ἐϕ' ἁμαρτίαις ἡμῶν,
ἀνομία δὲ ἐϕ' ἡμῖν λογισϑήσεται
πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.