TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 824
Previous part

Chapter: 35 
Verse: 1  ῾Υπολαβὼν δὲ Ελιους λέγει
Verse: 2 
Τί τοῦτο ἡγήσω ἐν κρίσει;
σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου;
Verse: 3 
ἐρεῖς Τί ποιήσω ἁμαρτών;
Verse: 4 
ἐγὼ σοὶ δώσω ἀπόκρισιν
καὶ τοῖς τρισὶν ϕίλοις σου.
Verse: 5 
ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ,
κατάμαϑε δὲ νέϕη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
Verse: 6 
εἰ ἥμαρτες, τί πράξεις;
εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
Verse: 7 
ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ;
τί ἐκ χειρός σου λήμψεται;
Verse: 8 
ἀνδρὶ τῷ ὁμοίῳ σου ἀσέβειά σου,
καὶ υἱῷ ἀνϑρώπου δικαιοσύνη σου.
Verse: 9 
ἀπὸ πλήϑους συκοϕαντούμενοι κεκράξονται,
βοήσονται ἀπὸ βραχίονος πολλῶν.
Verse: 10 
καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ϑεὸς ποιήσας με,S
κατατάσσων ϕυλακὰς νυκτερινάς,
Verse: 11 
διορίζων με ἀπὸ τετραπόδων γῆς,
ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
Verse: 12 
ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃS
καὶ ἀπὸ ὕβρεως πονηρῶν.
Verse: 13 
ἄτοπα γὰρ οὐ βούλεται κύριος ἰδεῖν·
αὐτὸς γὰρ παντοκράτωρ ὁρατής ἐστιν
Verse: 14 
τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με.
κρίϑητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν.
Verse: 15 
καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ
καὶ οὐκ ἔγνω παραπτώματι σϕόδρα·
Verse: 16 
καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ,
ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.