TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 930
Previous part

Chapter: 10 
Verse: 1    ῎Αμπελος εὐκληματοῦσα Ισραηλ, καρπὸς αὐτῆς εὐϑηνῶν· κατὰ τὸ πλῆϑος τῶν καρπῶν αὐτοῦ ἐπλήϑυνεν τὰ ϑυσιαστήρια, κατὰ τὰ ἀγαϑὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας.
Verse: 2    
ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀϕανισϑήσονται· αὐτὸς κατασκάψει τὰ ϑυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.
Verse: 3    
διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐϕοβήϑημεν τὸν κύριον, δὲ βασιλεὺς τί ποιήσει ἡμῖν;
Verse: 4    
λαλῶν ῥήματα προϕάσεις ψευδεῖς διαϑήσεται διαϑήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.
Verse: 5    
τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένϑησεν λαὸς αὐτοῦ ἐπ' αὐτόν· καὶ καϑὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσϑη ἀπ' αὐτοῦ.
Verse: 6    
καὶ αὐτὸν εἰς ᾽Ασσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ· ἐν δόματι Εϕραιμ δέξεται, καὶ αἰσχυνϑήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ.
Verse: 7    
ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς ϕρύγανον ἐπὶ προσώπου ὕδατος.
Verse: 8    
καὶ ἐξαρϑήσονται βωμοὶ Ων, ἁμαρτήματα τοῦ Ισραηλ· ἄκανϑαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ ϑυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐϕ' ἡμᾶς.
Verse: 9    
᾽Αϕ' οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας;
Verse: 10    
ἦλϑεν παιδεῦσαι αὐτούς, καὶ συναχϑήσονται ἐπ' αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσϑαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.
Verse: 11    
Εϕραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Εϕραιμ καὶ παρασιωπήσομαι Ιουδαν, ἐνισχύσει αὐτῷ Ιακωβ.
Verse: 12    
σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, ϕωτίσατε ἑαυτοῖς ϕῶς γνώσεως, ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλϑεῖν γενήματα δικαιοσύνης ὑμῖν.
Verse: 13    
ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐϕάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήϑει δυνάμεώς σου.
Verse: 14    
καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάϕισαν.
Verse: 15    
οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρϑρου ἀπερρίϕησαν, ἀπερρίϕη βασιλεὺς Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.