TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 930
Chapter: 10
Verse: 1
῎Αμπελος
εὐκληματοῦσα
Ισραηλ
,
ὁ
καρπὸς
αὐτῆς
εὐϑηνῶν
·
κατὰ
τὸ
πλῆϑος
τῶν
καρπῶν
αὐτοῦ
ἐπλήϑυνεν
τὰ
ϑυσιαστήρια
,
κατὰ
τὰ
ἀγαϑὰ
τῆς
γῆς
αὐτοῦ
ᾠκοδόμησεν
στήλας
.
Verse: 2
ἐμέρισαν
καρδίας
αὐτῶν
,
νῦν
ἀϕανισϑήσονται
·
αὐτὸς
κατασκάψει
τὰ
ϑυσιαστήρια
αὐτῶν
,
ταλαιπωρήσουσιν
αἱ
στῆλαι
αὐτῶν
.
Verse: 3
διότι
νῦν
ἐροῦσιν
Οὐκ
ἔστιν
βασιλεὺς
ἡμῖν
,
ὅτι
οὐκ
ἐϕοβήϑημεν
τὸν
κύριον
,
ὁ
δὲ
βασιλεὺς
τί
ποιήσει
ἡμῖν
;
Verse: 4
λαλῶν
ῥήματα
προϕάσεις
ψευδεῖς
διαϑήσεται
διαϑήκην
·
ἀνατελεῖ
ὡς
ἄγρωστις
κρίμα
ἐπὶ
χέρσον
ἀγροῦ
.
Verse: 5
τῷ
μόσχῳ
τοῦ
οἴκου
Ων
παροικήσουσιν
οἱ
κατοικοῦντες
Σαμάρειαν
,
ὅτι
ἐπένϑησεν
ὁ
λαὸς
αὐτοῦ
ἐπ
'
αὐτόν
·
καὶ
καϑὼς
παρεπίκραναν
αὐτόν
,
ἐπιχαροῦνται
ἐπὶ
τὴν
δόξαν
αὐτοῦ
,
ὅτι
μετῳκίσϑη
ἀπ
'
αὐτοῦ
.
Verse: 6
καὶ
αὐτὸν
εἰς
᾽Ασσυρίους
δήσαντες
ἀπήνεγκαν
ξένια
τῷ
βασιλεῖ
Ιαριμ
·
ἐν
δόματι
Εϕραιμ
δέξεται
,
καὶ
αἰσχυνϑήσεται
Ισραηλ
ἐν
τῇ
βουλῇ
αὐτοῦ
.
Verse: 7
ἀπέρριψεν
Σαμάρεια
βασιλέα
αὐτῆς
ὡς
ϕρύγανον
ἐπὶ
προσώπου
ὕδατος
.
Verse: 8
καὶ
ἐξαρϑήσονται
βωμοὶ
Ων
,
ἁμαρτήματα
τοῦ
Ισραηλ
·
ἄκανϑαι
καὶ
τρίβολοι
ἀναβήσονται
ἐπὶ
τὰ
ϑυσιαστήρια
αὐτῶν
·
καὶ
ἐροῦσιν
τοῖς
ὄρεσιν
Καλύψατε
ἡμᾶς
,
καὶ
τοῖς
βουνοῖς
Πέσατε
ἐϕ
'
ἡμᾶς
.
Verse: 9
᾽Αϕ
'
οὗ
οἱ
βουνοί
,
ἥμαρτεν
Ισραηλ
,
ἐκεῖ
ἔστησαν
·
οὐ
μὴ
καταλάβῃ
αὐτοὺς
ἐν
τῷ
βουνῷ
πόλεμος
ἐπὶ
τὰ
τέκνα
ἀδικίας
;
Verse: 10
ἦλϑεν
παιδεῦσαι
αὐτούς
,
καὶ
συναχϑήσονται
ἐπ
'
αὐτοὺς
λαοὶ
ἐν
τῷ
παιδεύεσϑαι
αὐτοὺς
ἐν
ταῖς
δυσὶν
ἀδικίαις
αὐτῶν
.
Verse: 11
Εϕραιμ
δάμαλις
δεδιδαγμένη
ἀγαπᾶν
νεῖκος
,
ἐγὼ
δὲ
ἐπελεύσομαι
ἐπὶ
τὸ
κάλλιστον
τοῦ
τραχήλου
αὐτῆς
·
ἐπιβιβῶ
Εϕραιμ
καὶ
παρασιωπήσομαι
Ιουδαν
,
ἐνισχύσει
αὐτῷ
Ιακωβ
.
Verse: 12
σπείρατε
ἑαυτοῖς
εἰς
δικαιοσύνην
,
τρυγήσατε
εἰς
καρπὸν
ζωῆς
,
ϕωτίσατε
ἑαυτοῖς
ϕῶς
γνώσεως
,
ἐκζητήσατε
τὸν
κύριον
ἕως
τοῦ
ἐλϑεῖν
γενήματα
δικαιοσύνης
ὑμῖν
.
Verse: 13
ἵνα
τί
παρεσιωπήσατε
ἀσέβειαν
καὶ
τὰς
ἀδικίας
αὐτῆς
ἐτρυγήσατε
,
ἐϕάγετε
καρπὸν
ψευδῆ
;
ὅτι
ἤλπισας
ἐν
τοῖς
ἅρμασίν
σου
,
ἐν
πλήϑει
δυνάμεώς
σου
.
Verse: 14
καὶ
ἐξαναστήσεται
ἀπώλεια
ἐν
τῷ
λαῷ
σου
,
καὶ
πάντα
τὰ
περιτετειχισμένα
σου
οἰχήσεται
·
ὡς
ἄρχων
Σαλαμαν
ἐκ
τοῦ
οἴκου
Ιεροβααλ
ἐν
ἡμέραις
πολέμου
μητέρα
ἐπὶ
τέκνοις
ἠδάϕισαν
.
Verse: 15
οὕτως
ποιήσω
ὑμῖν
,
οἶκος
τοῦ
Ισραηλ
,
ἀπὸ
προσώπου
κακιῶν
ὑμῶν
·
ὄρϑρου
ἀπερρίϕησαν
,
ἀπερρίϕη
βασιλεὺς
Ισραηλ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.