TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 928
Previous part

Chapter: 8 
Verse: 1    Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ' οἶκον κυρίου, ἀνϑ' ὧν παρέβησαν τὴν διαϑήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.
Verse: 2    
ἐμὲ κεκράξονται ῾Ο ϑεός, ἐγνώκαμέν σε.
Verse: 3    
ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαϑά, ἐχϑρὸν κατεδίωξαν.
Verse: 4    
ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι' ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεϑρευϑῶσιν.
Verse: 5    
ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνϑη ϑυμός μου ἐπ' αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καϑαρισϑῆναι
Verse: 6    
ἐν τῷ Ισραηλ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ ϑεός ἐστιν· διότι πλανῶν ἦν μόσχος σου, Σαμάρεια.
Verse: 7    
ὅτι ἀνεμόϕϑορα ἔσπειραν, καὶ καταστροϕὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταϕάγονται αὐτό.
Verse: 8    
κατεπόϑη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔϑνεσιν ὡς σκεῦος ἄχρηστον.
Verse: 9    
ὅτι αὐτοὶ ἀνέβησαν εἰς ᾽Ασσυρίους· ἀνέϑαλεν καϑ' ἑαυτὸν Εϕραιμ, δῶρα ἠγάπησαν·
Verse: 10    
διὰ τοῦτο παραδοϑήσονται ἐν τοῖς ἔϑνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.
Verse: 11    
ὅτι ἐπλήϑυνεν Εϕραιμ ϑυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ ϑυσιαστήρια ἠγαπημένα.
Verse: 12    
καταγράψω αὐτῷ πλῆϑος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσϑησαν ϑυσιαστήρια τὰ ἠγαπημένα.
Verse: 13    
διότι ἐὰν ϑύσωσιν ϑυσίαν καὶ ϕάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησϑήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν ᾽Ασσυρίοις ἀκάϑαρτα ϕάγονται.
Verse: 14    
καὶ ἐπελάϑετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήϑυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταϕάγεται τὰ ϑεμέλια αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.