TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 929
Previous part

Chapter: 9 
Verse: 1    Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐϕραίνου καϑὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ ϑεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου.
Verse: 2    
ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ οἶνος ἐψεύσατο αὐτούς.
Verse: 3    
οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Εϕραιμ εἰς Αἴγυπτον, καὶ ἐν ᾽Ασσυρίοις ἀκάϑαρτα ϕάγονται.
Verse: 4    
οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ ϑυσίαι αὐτῶν ὡς ἄρτος πένϑους αὐτοῖς, πάντες οἱ ἔσϑοντες αὐτὰ μιανϑήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου.
Verse: 5    
τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου;
Verse: 6    
διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμϕις, καὶ ϑάψει αὐτοὺς Μαχμας· τὸ ἀργύριον αὐτῶν ὄλεϑρος κληρονομήσει, ἄκανϑαι ἐν τοῖς σκηνώμασιν αὐτῶν.
Verse: 7    
ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωϑήσεται Ισραηλ ὥσπερ προϕήτης παρεξεστηκώς, ἄνϑρωπος πνευματοϕόρος· ὑπὸ τοῦ πλήϑους τῶν ἀδικιῶν σου ἐπληϑύνϑη μανία σου.
Verse: 8    
σκοπὸς Εϕραιμ μετὰ ϑεοῦ· προϕήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν.
Verse: 9    
ἐϕϑάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησϑήσεται ἀδικίας αὐτοῦ, ἐκδικήσει ἁμαρτίας αὐτοῦ.
Verse: 10    
῾Ως σταϕυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλϑον πρὸς τὸν Βεελϕεγωρ καὶ ἀπηλλοτριώϑησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι.
Verse: 11    
Εϕραιμ ὡς ὄρνεον ἐξεπετάσϑη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων·
Verse: 12    
διότι καὶ ἐὰν ἐκϑρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωϑήσονται ἐξ ἀνϑρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν, σάρξ μου ἐξ αὐτῶν.
Verse: 13    
Εϕραιμ, ὃν τρόπον εἶδον, εἰς ϑήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Εϕραιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ.
Verse: 14    
δὸς αὐτοῖς, κύριε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς.
Verse: 15    
πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγαλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσϑήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειϑοῦντες.
Verse: 16    
ἐπόνεσεν Εϕραιμ, τὰς ῥίζας αὐτοῦ ἐξηράνϑη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιϑυμήματα κοιλίας αὐτῶν.
Verse: 17    
ἀπώσεται αὐτοὺς ϑεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔϑνεσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.