TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1003
Previous part

Chapter: 16 
Verse: 1    ᾽Αποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων;
Verse: 2    
ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀϕῃρημένος, ϑύγατερ Μωαβ. ἔπειτα δέ, Αρνων,
Verse: 3    
πλείονα βουλεύου, ποιεῖτε σκέπην πένϑους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ ϕεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχϑῇς.
Verse: 4    
παροικήσουσίν σοι οἱ ϕυγάδες Μωαβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρϑη συμμαχία σου, καὶ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς.
Verse: 5    
καὶ διορϑωϑήσεται μετ' ἐλέους ϑρόνος, καὶ καϑίεται ἐπ' αὐτοῦ μετὰ ἀληϑείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
Verse: 6    
᾽Ηκούσαμεν τὴν ὕβριν Μωαβ, ὑβριστὴς σϕόδρα, τὴν ὑπερηϕανίαν ἐξῆρας. οὐχ οὕτως μαντεία σου,
Verse: 7    
οὐχ οὕτως. ὀλολύξει Μωαβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δεσεϑ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ.
Verse: 8    
τὰ πεδία Εσεβων πενϑήσει, ἄμπελος Σεβαμα· καταπίνοντες τὰ ἔϑνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ· οὐ μὴ συνάψητε, πλανήϑητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείϕϑησαν, διέβησαν γὰρ τὴν ἔρημον.
Verse: 9    
διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυϑμὸν Ιαζηρ ἄμπελον Σεβαμα· τὰ δένδρα σου κατέβαλεν, Εσεβων καὶ Ελεαλη, ὅτι ἐπὶ τῷ ϑερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.
Verse: 10    
καὶ ἀρϑήσεται εὐϕροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐϕρανϑήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.
Verse: 11    
διὰ τοῦτο κοιλία μου ἐπὶ Μωαβ ὡς κιϑάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ἐνεκαίνισας.
Verse: 12    
καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασϑαι, καὶ οὐ μὴ δύνηται ἐξελέσϑαι αὐτόν.
Verse: 13    
Τοῦτο τὸ ῥῆμα, ἐλάλησεν κύριος ἐπὶ Μωαβ, ὁπότε καὶ ἐλάλησεν.
Verse: 14    
καὶ νῦν λέγω ᾽Εν τρισὶν ἔτεσιν ἐτῶν μισϑωτοῦ ἀτιμασϑήσεται δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειϕϑήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.