TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1013
Previous part

Chapter: 26 
Verse: 1    Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ιουδα λέγοντες ᾽Ιδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν ϑήσει τεῖχος καὶ περίτειχος.
Verse: 2    
ἀνοίξατε πύλας, εἰσελϑάτω λαὸς ϕυλάσσων δικαιοσύνην καὶ ϕυλάσσων ἀλήϑειαν,
Verse: 3    
ἀντιλαμβανόμενος ἀληϑείας καὶ ϕυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ
Verse: 4    
ἤλπισαν, κύριε, ἕως τοῦ αἰῶνος, ϑεὸς μέγας αἰώνιος,
Verse: 5    
ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάϕους,
Verse: 6    
καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν.
Verse: 7    
ὁδὸς εὐσεβῶν εὐϑεῖα ἐγένετο, καὶ παρεσκευασμένη ὁδὸς τῶν εὐσεβῶν.
Verse: 8    
γὰρ ὁδὸς κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ,
Verse: 9    
ἐπιϑυμεῖ ψυχὴ ἡμῶν. ἐκ νυκτὸς ὀρϑρίζει τὸ πνεῦμά μου πρὸς σέ, ϑεός, διότι ϕῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάϑετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Verse: 10    
πέπαυται γὰρ ἀσεβής, οὐ μὴ μάϑῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήϑειαν οὐ μὴ ποιήσῃ· ἀρϑήτω ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.
Verse: 11    
κύριε, ὑψηλός σου βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνϑήσονται· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Verse: 12    
κύριε ϑεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Verse: 13    
κύριε ϑεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Verse: 14    
οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.
Verse: 15    
πρόσϑες αὐτοῖς κακά, κύριε, πρόσϑες κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς.
Verse: 16    
κύριε, ἐν ϑλίψει ἐμνήσϑην σου, ἐν ϑλίψει μικρᾷ παιδεία σου ἡμῖν.
Verse: 17    
καὶ ὡς ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήϑημεν τῷ ἀγαπητῷ σου διὰ τὸν ϕόβον σου, κύριε.
Verse: 18    
ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Verse: 19    
ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερϑήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐϕρανϑήσονται οἱ ἐν τῇ γῇ· γὰρ δρόσος παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Verse: 20    
βάδιζε, λαός μου, εἴσελϑε εἰς τὰ ταμίειά σου, ἀπόκλεισον τὴν ϑύραν σου, ἀποκρύβηϑι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλϑῃ ὀργὴ κυρίου·
Verse: 21    
ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.