TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1034
Previous part

Chapter: 47 
Verse: 1    Κατάβηϑι κάϑισον ἐπὶ τὴν γῆν, παρϑένος ϑυγάτηρ Βαβυλῶνος, εἴσελϑε εἰς τὸ σκότος, ϑυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεϑήσῃ κληϑῆναι ἁπαλὴ καὶ τρυϕερά.
Verse: 2    
λαβὲ μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι τὰς κνήμας, διάβηϑι ποταμούς·
Verse: 3    
ἀνακαλυϕϑήσεται αἰσχύνη σου, ϕανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνϑρώποις.
Verse: 4    
εἶπεν ῥυσάμενός σε κύριος σαβαωϑ ὄνομα αὐτῷ ἅγιος Ισραηλ
Verse: 5    
Κάϑισον κατανενυγμένη, εἴσελϑε εἰς τὸ σκότος, ϑυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληϑῇς ἰσχὺς βασιλείας.
Verse: 6    
παρωξύνϑην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σϕόδρα.
Verse: 7    
καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσϑης τὰ ἔσχατα.
Verse: 8    
νῦν δὲ ἄκουσον ταῦτα, τρυϕερὰ καϑημένη πεποιϑυῖα λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καϑιῶ χήρα οὐδὲ γνώσομαι ὀρϕανείαν.
Verse: 9    
νῦν δὲ ἥξει ἐξαίϕνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίϕνης ἐπὶ σὲ ἐν τῇ ϕαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σϕόδρα
Verse: 10    
τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶϑι ὅτι σύνεσις τούτων καὶ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.
Verse: 11    
καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόϑυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καϑαρὰ γενέσϑαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.
Verse: 12    
στῆϑι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ ϕαρμακείᾳ σου, ἐμάνϑανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠϕεληϑῆναι.
Verse: 13    
κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσϑαι.
Verse: 14    
ἰδοὺ πάντες ὡς ϕρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ ϕλογός· ὅτι ἔχεις ἄνϑρακας πυρός, κάϑισαι ἐπ' αὐτούς.
Verse: 15    
οὗτοι ἔσονταί σοι βοήϑεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἄνϑρωπος καϑ' ἑαυτὸν ἐπλανήϑη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.