TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1043
Previous part

Chapter: 56 
Verse: 1    Τάδε λέγει κύριος Φυλάσσεσϑε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσϑαι καὶ τὸ ἔλεός μου ἀποκαλυϕϑῆναι.
Verse: 2    
μακάριος ἀνὴρ ποιῶν ταῦτα καὶ ἄνϑρωπος ἀντεχόμενος αὐτῶν καὶ ϕυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.
Verse: 3    
μὴ λεγέτω ἀλλογενὴς προσκείμενος πρὸς κύριον ᾽Αϕοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω εὐνοῦχος ὅτι ᾽Εγώ εἰμι ξύλον ξηρόν.
Verse: 4    
τάδε λέγει κύριος Τοῖς εὐνούχοις, ὅσοι ἂν ϕυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἐγὼ ϑέλω καὶ ἀντέχωνται τῆς διαϑήκης μου,
Verse: 5    
δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ ϑυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.
Verse: 6    
καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς ϕυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαϑήκης μου,
Verse: 7    
εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐϕρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ ϑυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ ϑυσιαστηρίου μου· γὰρ οἶκός μου οἶκος προσευχῆς κληϑήσεται πᾶσιν τοῖς ἔϑνεσιν,
Verse: 8    
εἶπεν κύριος συνάγων τοὺς διεσπαρμένους Ισραηλ, ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν.
Verse: 9    
Πάντα τὰ ϑηρία τὰ ἄγρια, δεῦτε ϕάγετε, πάντα τὰ ϑηρία τοῦ δρυμοῦ.
Verse: 10    
ἴδετε ὅτι πάντες ἐκτετύϕλωνται, οὐκ ἔγνωσαν ϕρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, ϕιλοῦντες νυστάξαι.
Verse: 11    
καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούϑησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.