TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1063
Previous part

Chapter: 10 
Verse: 1    ᾽Ακούσατε τὸν λόγον κυρίου, ὃν ἐλάλησεν ἐϕ' ὑμᾶς, οἶκος Ισραηλ·
Verse: 2    
τάδε λέγει κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐϑνῶν μὴ μανϑάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ ϕοβεῖσϑε, ὅτι ϕοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.
Verse: 3    
ὅτι τὰ νόμιμα τῶν ἐϑνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα·
Verse: 4    
ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν· ἐν σϕύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά, καὶ οὐ κινηϑήσονται·
Verse: 9    
ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται· ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει, χρυσίον Μωϕαζ καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινϑον καὶ πορϕύραν ἐνδύσουσιν αὐτά·
Verse: 5    
αἰρόμενα ἀρϑήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ ϕοβηϑῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσιν, καὶ ἀγαϑὸν οὐκ ἔστιν ἐν αὐτοῖς.
Verse: 11    
οὕτως ἐρεῖτε αὐτοῖς Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσϑωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωϑεν τοῦ οὐρανοῦ τούτου.
Verse: 12    
κύριος ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἀνορϑώσας τὴν οἰκουμένην ἐν τῇ σοϕίᾳ αὐτοῦ καὶ τῇ ϕρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν
Verse: 13    
καὶ πλῆϑος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγεν νεϕέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ϕῶς ἐκ ϑησαυρῶν αὐτοῦ.
Verse: 14    
ἐμωράνϑη πᾶς ἄνϑρωπος ἀπὸ γνώσεως, κατῃσχύνϑη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς·
Verse: 15    
μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.
Verse: 16    
οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ.
Verse: 17    
Συνήγαγεν ἔξωϑεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.
Verse: 18    
ὅτι τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν ϑλίψει, ὅπως εὑρεϑῇ πληγή σου·
Verse: 19    
οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ πληγή σου. κἀγὼ εἶπα ῎Οντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέν με·
Verse: 20    
σκηνή μου ἐταλαιπώρησεν ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσϑησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.
Verse: 21    
ὅτι οἱ ποιμένες ἠϕρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα νομὴ καὶ διεσκορπίσϑησαν.
Verse: 22    
ϕωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀϕανισμὸν καὶ κοίτην στρουϑῶν.
Verse: 23    
οἶδα, κύριε, ὅτι οὐχὶ τοῦ ἀνϑρώπου ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορϑώσει πορείαν αὐτοῦ.
Verse: 24    
παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν ϑυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.
Verse: 25    
ἔκχεον τὸν ϑυμόν σου ἐπὶ ἔϑνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέϕαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.