TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1068
Previous part

Chapter: 15 
Verse: 1    Καὶ εἶπεν κύριος πρός με ᾽Εὰν στῇ Μωυσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου, οὐκ ἔστιν ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελϑέτωσαν.
Verse: 2    
καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ποῦ ἐξελευσόμεϑα; καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ῞Οσοι εἰς ϑάνατον, εἰς ϑάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.
Verse: 3    
καὶ ἐκδικήσω ἐπ' αὐτοὺς τέσσαρα εἴδη, λέγει κύριος, τὴν μάχαιραν εἰς σϕαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ ϑηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαϕϑοράν.
Verse: 4    
καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων, ὧν ἐποίησεν ἐν Ιερουσαλημ.
Verse: 5    
τίς ϕείσεται ἐπὶ σοί, Ιερουσαλημ; καὶ τίς δειλιάσει ἐπὶ σοί; τίς ἀνακάμψει εἰς εἰρήνην σοι;
Verse: 6    
σὺ ἀπεστράϕης με, λέγει κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαϕϑερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.
Verse: 7    
καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώϑησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.
Verse: 8    
ἐπληϑύνϑησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς ϑαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ' αὐτὴν ἐξαίϕνης τρόμον καὶ σπουδήν.
Verse: 9    
ἐκενώϑη τίκτουσα ἑπτά, ἀπεκάκησεν ψυχὴ αὐτῆς, ἐπέδυ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνϑη καὶ ὠνειδίσϑη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν.
Verse: 10    
Οἴμμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠϕέλησα, οὔτε ὠϕέλησέν με οὐδείς· ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.
Verse: 11    
γένοιτο, δέσποτα, κατευϑυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ ϑλίψεως αὐτῶν εἰς ἀγαϑὰ πρὸς τὸν ἐχϑρόν.
Verse: 12    
εἰ γνωσϑήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν
Verse: 13    
ἰσχύς σου. καὶ τοὺς ϑησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου.
Verse: 14    
καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχϑροῖς σου ἐν τῇ γῇ, οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ ϑυμοῦ μου, ἐϕ' ὑμᾶς καυϑήσεται.
Verse: 15    
Κύριε, μνήσϑητί μου καὶ ἐπίσκεψαί με καὶ ἀϑῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροϑυμίαν· γνῶϑι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
Verse: 16    
ὑπὸ τῶν ἀϑετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται λόγος σου ἐμοὶ εἰς εὐϕροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί, κύριε παντοκράτωρ.
Verse: 17    
οὐκ ἐκάϑισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαϑήμην, ὅτι πικρίας ἐνεπλήσϑην.
Verse: 18    
ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου; πληγή μου στερεά, πόϑεν ἰαϑήσομαι; γινομένη ἐγενήϑη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν.
Verse: 19    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Εὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς.
Verse: 20    
καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε
Verse: 21    
καὶ ἐξαιρεῖσϑαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.