TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1056
Chapter: 3
Verse: 1
᾽Εὰν
ἐξαποστείλῃ
ἀνὴρ
τὴν
γυναῖκα
αὐτοῦ
,
καὶ
ἀπέλϑῃ
ἀπ
'
αὐτοῦ
καὶ
γένηται
ἀνδρὶ
ἑτέρῳ
,
μὴ
ἀνακάμπτουσα
ἀνακάμψει
πρὸς
αὐτὸν
ἔτι
;
οὐ
μιαινομένη
μιανϑήσεται
ἡ
γυνὴ
ἐκείνη
;
καὶ
σὺ
ἐξεπόρνευσας
ἐν
ποιμέσιν
πολλοῖς
·
καὶ
ἀνέκαμπτες
πρός
με
;
λέγει
κύριος
.
Verse: 2
ἆρον
εἰς
εὐϑεῖαν
τοὺς
ὀϕϑαλμούς
σου
καὶ
ἰδέ
·
ποῦ
οὐχὶ
ἐξεϕύρϑης
;
ἐπὶ
ταῖς
ὁδοῖς
ἐκάϑισας
αὐτοῖς
ὡσεὶ
κορώνη
ἐρημουμένη
καὶ
ἐμίανας
τὴν
γῆν
ἐν
ταῖς
πορνείαις
σου
καὶ
ἐν
ταῖς
κακίαις
σου
.
Verse: 3
καὶ
ἔσχες
ποιμένας
πολλοὺς
εἰς
πρόσκομμα
σεαυτῇ
·
ὄψις
πόρνης
ἐγένετό
σοι
,
ἀπηναισχύντησας
πρὸς
πάντας
.
Verse: 4
οὐχ
ὡς
οἶκόν
με
ἐκάλεσας
καὶ
πατέρα
καὶ
ἀρχηγὸν
τῆς
παρϑενίας
σου
;
Verse: 5
μὴ
διαμενεῖ
εἰς
τὸν
αἰῶνα
ἢ
διαϕυλαχϑήσεται
εἰς
νεῖκος
;
ἰδοὺ
ἐλάλησας
καὶ
ἐποίησας
τὰ
πονηρὰ
ταῦτα
καὶ
ἠδυνάσϑης
.
Verse: 6
Καὶ
εἶπεν
κύριος
πρός
με
ἐν
ταῖς
ἡμέραις
Ιωσια
τοῦ
βασιλέως
Εἶδες
ἃ
ἐποίησέν
μοι
ἡ
κατοικία
τοῦ
Ισραηλ
·
ἐπορεύϑησαν
ἐπὶ
πᾶν
ὄρος
ὑψηλὸν
καὶ
ὑποκάτω
παντὸς
ξύλου
ἀλσώδους
καὶ
ἐπόρνευσαν
ἐκεῖ
.
Verse: 7
καὶ
εἶπα
μετὰ
τὸ
πορνεῦσαι
αὐτὴν
ταῦτα
πάντα
Πρός
με
ἀνάστρεψον
,
καὶ
οὐκ
ἀνέστρεψεν
·
καὶ
εἶδεν
τὴν
ἀσυνϑεσίαν
αὐτῆς
ἡ
ἀσύνϑετος
Ιουδα
.
Verse: 8
καὶ
εἶδον
διότι
περὶ
πάντων
ὧν
κατελήμϕϑη
ἐν
οἷς
ἐμοιχᾶτο
ἡ
κατοικία
τοῦ
Ισραηλ
,
καὶ
ἐξαπέστειλα
αὐτὴν
καὶ
ἔδωκα
αὐτῇ
βιβλίον
ἀποστασίου
εἰς
τὰς
χεῖρας
αὐτῆς
·
καὶ
οὐκ
ἐϕοβήϑη
ἡ
ἀσύνϑετος
Ιουδα
καὶ
ἐπορεύϑη
καὶ
ἐπόρνευσεν
καὶ
αὐτή
.
Verse: 9
καὶ
ἐγένετο
εἰς
οὐϑὲν
ἡ
πορνεία
αὐτῆς
,
καὶ
ἐμοίχευσεν
τὸ
ξύλον
καὶ
τὸν
λίϑον
.
Verse: 10
καὶ
ἐν
πᾶσιν
τούτοις
οὐκ
ἐπεστράϕη
πρός
με
ἡ
ἀσύνϑετος
Ιουδα
ἐξ
ὅλης
τῆς
καρδίας
αὐτῆς
,
ἀλλ
'
ἐπὶ
ψεύδει
.
Verse: 11
καὶ
εἶπεν
κύριος
πρός
με
᾽Εδικαίωσεν
τὴν
ψυχὴν
αὐτοῦ
Ισραηλ
ἀπὸ
τῆς
ἀσυνϑέτου
Ιουδα
.
Verse: 12
πορεύου
καὶ
ἀνάγνωϑι
τοὺς
λόγους
τούτους
πρὸς
βορρᾶν
καὶ
ἐρεῖς
᾽Επιστράϕητι
πρός
με
,
ἡ
κατοικία
τοῦ
Ισραηλ
,
λέγει
κύριος
,
καὶ
οὐ
στηριῶ
τὸ
πρόσωπόν
μου
ἐϕ
'
ὑμᾶς
·
ὅτι
ἐλεήμων
ἐγώ
εἰμι
,
λέγει
κύριος
,
καὶ
οὐ
μηνιῶ
ὑμῖν
εἰς
τὸν
αἰῶνα
.
Verse: 13
πλὴν
γνῶϑι
τὴν
ἀδικίαν
σου
,
ὅτι
εἰς
κύριον
τὸν
ϑεόν
σου
ἠσέβησας
καὶ
διέχεας
τὰς
ὁδούς
σου
εἰς
ἀλλοτρίους
ὑποκάτω
παντὸς
ξύλου
ἀλσώδους
,
τῆς
δὲ
ϕωνῆς
μου
οὐχ
ὑπήκουσας
,
λέγει
κύριος
.
Verse: 14
ἐπιστράϕητε
,
υἱοὶ
ἀϕεστηκότες
,
λέγει
κύριος
,
διότι
ἐγὼ
κατακυριεύσω
ὑμῶν
καὶ
λήμψομαι
ὑμᾶς
ἕνα
ἐκ
πόλεως
καὶ
δύο
ἐκ
πατριᾶς
καὶ
εἰσάξω
ὑμᾶς
εἰς
Σιων
Verse: 15
καὶ
δώσω
ὑμῖν
ποιμένας
κατὰ
τὴν
καρδίαν
μου
,
καὶ
ποιμανοῦσιν
ὑμᾶς
ποιμαίνοντες
μετ
'
ἐπιστήμης
.
Verse: 16
καὶ
ἔσται
ἐὰν
πληϑυνϑῆτε
καὶ
αὐξηϑῆτε
ἐπὶ
τῆς
γῆς
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
,
λέγει
κύριος
,
οὐκ
ἐροῦσιν
ἔτι
Κιβωτὸς
διαϑήκης
ἁγίου
Ισραηλ
,
οὐκ
ἀναβήσεται
ἐπὶ
καρδίαν
,
οὐκ
ὀνομασϑήσεται
οὐδὲ
ἐπισκεϕϑήσεται
καὶ
οὐ
ποιηϑήσεται
ἔτι
·
Verse: 17
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
καλέσουσιν
τὴν
Ιερουσαλημ
Θρόνος
κυρίου
,
καὶ
συναχϑήσονται
εἰς
αὐτὴν
πάντα
τὰ
ἔϑνη
καὶ
οὐ
πορεύσονται
ἔτι
ὀπίσω
τῶν
ἐνϑυμημάτων
τῆς
καρδίας
αὐτῶν
τῆς
πονηρᾶς
.
Verse: 18
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
συνελεύσονται
οἶκος
Ιουδα
ἐπὶ
τὸν
οἶκον
τοῦ
Ισραηλ
,
καὶ
ἥξουσιν
ἐπὶ
τὸ
αὐτὸ
ἀπὸ
γῆς
βορρᾶ
καὶ
ἀπὸ
πασῶν
τῶν
χωρῶν
ἐπὶ
τὴν
γῆν
,
ἣν
κατεκληρονόμησα
τοὺς
πατέρας
αὐτῶν
.
Verse: 19
καὶ
ἐγὼ
εἶπα
Γένοιτο
,
κύριε
·
ὅτι
τάξω
σε
εἰς
τέκνα
καὶ
δώσω
σοι
γῆν
ἐκλεκτὴν
κληρονομίαν
ϑεοῦ
παντοκράτορος
ἐϑνῶν
·
καὶ
εἶπα
Πατέρα
καλέσετέ
με
καὶ
ἀπ
'
ἐμοῦ
οὐκ
ἀποστραϕήσεσϑε
.
Verse: 20
πλὴν
ὡς
ἀϑετεῖ
γυνὴ
εἰς
τὸν
συνόντα
αὐτῇ
,
οὕτως
ἠϑέτησεν
εἰς
ἐμὲ
οἶκος
Ισραηλ
,
λέγει
κύριος
.
Verse: 21
ϕωνὴ
ἐκ
χειλέων
ἠκούσϑη
κλαυϑμοῦ
καὶ
δεήσεως
υἱῶν
Ισραηλ
,
ὅτι
ἠδίκησαν
ἐν
ταῖς
ὁδοῖς
αὐτῶν
,
ἐπελάϑοντο
ϑεοῦ
ἁγίου
αὐτῶν
.
Verse: 22
ἐπιστράϕητε
,
υἱοὶ
ἐπιστρέϕοντες
,
καὶ
ἰάσομαι
τὰ
συντρίμματα
ὑμῶν
.
ἰδοὺ
δοῦλοι
ἡμεῖς
ἐσόμεϑά
σοι
,
ὅτι
σὺ
κύριος
ὁ
ϑεὸς
ἡμῶν
εἶ
.
Verse: 23
ὄντως
εἰς
ψεῦδος
ἦσαν
οἱ
βουνοὶ
καὶ
ἡ
δύναμις
τῶν
ὀρέων
,
πλὴν
διὰ
κυρίου
ϑεοῦ
ἡμῶν
ἡ
σωτηρία
τοῦ
Ισραηλ
.
Verse: 24
ἡ
δὲ
αἰσχύνη
κατανάλωσεν
τοὺς
μόχϑους
τῶν
πατέρων
ἡμῶν
ἀπὸ
νεότητος
ἡμῶν
,
τὰ
πρόβατα
αὐτῶν
καὶ
τοὺς
μόσχους
αὐτῶν
καὶ
τοὺς
υἱοὺς
αὐτῶν
καὶ
τὰς
ϑυγατέρας
αὐτῶν
.
Verse: 25
ἐκοιμήϑημεν
ἐν
τῇ
αἰσχύνῃ
ἡμῶν
,
καὶ
ἐπεκάλυψεν
ἡμᾶς
ἡ
ἀτιμία
ἡμῶν
,
διότι
ἔναντι
τοῦ
ϑεοῦ
ἡμῶν
ἡμάρτομεν
ἡμεῖς
καὶ
οἱ
πατέρες
ἡμῶν
ἀπὸ
νεότητος
ἡμῶν
ἕως
τῆς
ἡμέρας
ταύτης
καὶ
οὐχ
ὑπηκούσαμεν
τῆς
ϕωνῆς
κυρίου
τοῦ
ϑεοῦ
ἡμῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.