TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1057
Previous part

Chapter: 4 
Verse: 1    ᾽Εὰν ἐπιστραϕῇ Ισραηλ, λέγει κύριος, πρός με ἐπιστραϕήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηϑῇ
Verse: 2    
καὶ ὀμόσῃ Ζῇ κύριος μετὰ ἀληϑείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔϑνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ ϑεῷ ἐν Ιερουσαλημ.
Verse: 3    
ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ' ἀκάνϑαις.
Verse: 4    
περιτμήϑητε τῷ ϑεῷ ὑμῶν καὶ περιτέμεσϑε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, μὴ ἐξέλϑῃ ὡς πῦρ ϑυμός μου καὶ ἐκκαυϑήσεται, καὶ οὐκ ἔσται σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.
Verse: 5    
᾽Αναγγείλατε ἐν τῷ Ιουδα, καὶ ἀκουσϑήτω ἐν Ιερουσαλημ· εἴπατε Σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε Συνάχϑητε καὶ εἰσέλϑωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.
Verse: 6    
ἀναλαβόντες ϕεύγετε εἰς Σιων· σπεύσατε μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.
Verse: 7    
ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολεϑρεύων ἔϑνη ἐξῆρεν καὶ ἐξῆλϑεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ ϑεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καϑαιρεϑήσονται παρὰ τὸ μὴ κατοικεῖσϑαι αὐτάς.
Verse: 8    
ἐπὶ τούτοις περιζώσασϑε σάκκους καὶ κόπτεσϑε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράϕη ϑυμὸς κυρίου ἀϕ' ὑμῶν.
Verse: 9    
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολεῖται καρδία τοῦ βασιλέως καὶ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προϕῆται ϑαυμάσονται.
Verse: 10    
καὶ εἶπα ῏Ω δέσποτα κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ιερουσαλημ λέγων Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν.
Verse: 11    
ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ιερουσαλημ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς ϑυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καϑαρὸν οὐδ' εἰς ἅγιον.
Verse: 12    
πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς.
Verse: 13    
ἰδοὺ ὡς νεϕέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουϕότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.
Verse: 14    
ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ιερουσαλημ, ἵνα σωϑῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;
Verse: 15    
διότι ϕωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει, καὶ ἀκουσϑήσεται πόνος ἐξ ὄρους Εϕραιμ.
Verse: 16    
ἀναμνήσατε ἔϑνη ᾽Ιδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ιερουσαλημ Συστροϕαὶ ἔρχονται ἐκ γῆς μακρόϑεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα ϕωνὴν αὐτῶν.
Verse: 17    
ὡς ϕυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει κύριος.
Verse: 18    
αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.
Verse: 19    
τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσϑητήρια τῆς καρδίας μου· μαιμάσσει ψυχή μου, σπαράσσεται καρδία μου, οὐ σιωπήσομαι, ὅτι ϕωνὴν σάλπιγγος ἤκουσεν ψυχή μου, κραυγὴν πολέμου.
Verse: 20    
καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκεν πᾶσα γῆ· ἄϕνω τεταλαιπώρηκεν σκηνή, διεσπάσϑησαν αἱ δέρρεις μου.
Verse: 21    
ἕως πότε ὄψομαι ϕεύγοντας ἀκούων ϕωνὴν σαλπίγγων;
Verse: 22    
διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄϕρονές εἰσιν καὶ οὐ συνετοί· σοϕοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
Verse: 23    
ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐϑέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ ϕῶτα αὐτοῦ·
Verse: 24    
εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους·
Verse: 25    
ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνϑρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο·
Verse: 26    
εἶδον, καὶ ἰδοὺ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς ϑυμοῦ αὐτοῦ ἠϕανίσϑησαν.
Verse: 27    
τάδε λέγει κύριος ῎Ερημος ἔσται πᾶσα γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω.
Verse: 28    
ἐπὶ τούτοις πενϑείτω γῆ, καὶ συσκοτασάτω οὐρανὸς ἄνωϑεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτῆς.
Verse: 29    
ἀπὸ ϕωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείϕϑη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνϑρωπος.
Verse: 30    
καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ καὶ ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀϕϑαλμούς σου; εἰς μάτην ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν.
Verse: 31    
ὅτι ϕωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, ϕωνὴ ϑυγατρὸς Σιων· ἐκλυϑήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς Οἴμμοι ἐγώ, ὅτι ἐκλείπει ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.