TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1058
Previous part

Chapter: 5 
Verse: 1    Περιδράμετε ἐν ταῖς ὁδοῖς Ιερουσαλημ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει κύριος.
Verse: 2    
Ζῇ κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν;
Verse: 3    
κύριε, οἱ ὀϕϑαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτούς, καὶ οὐκ ἠϑέλησαν δέξασϑαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠϑέλησαν ἐπιστραϕῆναι.
Verse: 4    
καὶ ἐγὼ εἶπα ῎Ισως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσϑησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν ϑεοῦ·
Verse: 5    
πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν ϑεοῦ· καὶ ἰδοὺ ὁμοϑυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς.
Verse: 6    
διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλέϑρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτῶν ϑηρευϑήσονται, ὅτι ἐπλήϑυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροϕαῖς αὐτῶν.
Verse: 7    
ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν ϑεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον.
Verse: 8    
ἵπποι ϑηλυμανεῖς ἐγενήϑησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
Verse: 9    
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἐν ἔϑνει τοιούτῳ οὐκ ἐκδικήσει ψυχή μου;
Verse: 10    
ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσϑε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.
Verse: 11    
ὅτι ἀϑετῶν ἠϑέτησεν εἰς ἐμέ, λέγει κύριος, οἶκος Ισραηλ καὶ οἶκος Ιουδα.
Verse: 12    
ἐψεύσαντο τῷ κυρίῳ ἑαυτῶν καὶ εἶπαν Οὐκ ἔστιν ταῦτα· οὐχ ἥξει ἐϕ' ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεϑα·
Verse: 13    
οἱ προϕῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.
Verse: 14    
διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ ᾽Ανϑ' ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταϕάγεται αὐτούς.
Verse: 15    
ἰδοὺ ἐγὼ ἐπάγω ἐϕ' ὑμᾶς ἔϑνος πόρρωϑεν, οἶκος Ισραηλ, λέγει κύριος, ἔϑνος, οὗ οὐκ ἀκούσῃ τῆς ϕωνῆς τῆς γλώσσης αὐτοῦ·
Verse: 16    
πάντες ἰσχυροὶ
Verse: 17    
καὶ κατέδονται τὸν ϑερισμὸν ὑμῶν καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς ϑυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐϕ' αἷς ὑμεῖς πεποίϑατε ἐπ' αὐταῖς, ἐν ῥομϕαίᾳ.
Verse: 18    
καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ϑεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.
Verse: 19    
καὶ ἔσται ὅταν εἴπητε Τίνος ἕνεκεν ἐποίησεν κύριος ϑεὸς ἡμῶν ἡμῖν ἅπαντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς ᾽Ανϑ' ὧν ἐδουλεύσατε ϑεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν.
Verse: 20    
ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ιακωβ, καὶ ἀκουσϑήτω ἐν τῷ Ιουδα.
Verse: 21    
ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀϕϑαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν.
Verse: 22    
μὴ ἐμὲ οὐ ϕοβηϑήσεσϑε; λέγει κύριος, ἀπὸ προσώπου μου οὐκ εὐλαβηϑήσεσϑε; τὸν τάξαντα ἄμμον ὅριον τῇ ϑαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχϑήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσιν τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.
Verse: 23    
τῷ δὲ λαῷ τούτῳ ἐγενήϑη καρδία ἀνήκοος καὶ ἀπειϑής, καὶ ἐξέκλιναν καὶ ἀπήλϑοσαν·
Verse: 24    
καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν Φοβηϑῶμεν δὴ κύριον τὸν ϑεὸν ἡμῶν τὸν διδόντα ἡμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος ϑερισμοῦ καὶ ἐϕύλαξεν ἡμῖν.
Verse: 25    
αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαϑὰ ἀϕ' ὑμῶν·
Verse: 26    
ὅτι εὑρέϑησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν διαϕϑεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν.
Verse: 27    
ὡς παγὶς ἐϕεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνϑησαν καὶ ἐπλούτησαν·
Verse: 28    
καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρϕανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν.
Verse: 29    
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος, ἐν ἔϑνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ψυχή μου;
Verse: 30    
ἔκστασις καὶ ϕρικτὰ ἐγενήϑη ἐπὶ τῆς γῆς.
Verse: 31    
οἱ προϕῆται προϕητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.