TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1059
Previous part

Chapter: 6 
Verse: 1    ᾽Ενισχύσατε, υἱοὶ Βενιαμιν, ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιϑαχαρμα ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυϕεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,
Verse: 2    
καὶ ἀϕαιρεϑήσεται τὸ ὕψος σου, ϑύγατερ Σιων.
Verse: 3    
εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
Verse: 4    
παρασκευάσασϑε ἐπ' αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας.
Verse: 5    
ἀνάστητε καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαϕϑείρωμεν τὰ ϑεμέλια αὐτῆς.
Verse: 6    
ὅτι τάδε λέγει κύριος ῎Εκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν· πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.
Verse: 7    
ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσϑήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι
Verse: 8    
παιδευϑήσῃ, Ιερουσαλημ, μὴ ἀποστῇ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηϑήσεται.
Verse: 9    
ὅτι τάδε λέγει κύριος Καλαμᾶσϑε καλαμᾶσϑε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ, ἐπιστρέψατε ὡς τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
Verse: 10    
πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληϑῶσιν αὐτὸ ἀκοῦσαι.
Verse: 11    
καὶ τὸν ϑυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωϑεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλλημϕϑήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·
Verse: 12    
καὶ μεταστραϕήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει κύριος.
Verse: 13    
ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροϕήτου πάντες ἐποίησαν ψευδῆ.
Verse: 14    
καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουϑενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;
Verse: 15    
κατῃσχύνϑησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ' ὧς καταισχυνόμενοι κατῃσχύνϑησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται, εἶπεν κύριος.
Verse: 16    
τάδε λέγει κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε, ποία ἐστὶν ὁδὸς ἀγαϑή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεϑα.
Verse: 17    
κατέστακα ἐϕ' ὑμᾶς σκοπούς, ἀκούσατε τῆς ϕωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεϑα.
Verse: 18    
διὰ τοῦτο ἤκουσαν τὰ ἔϑνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.
Verse: 19    
ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροϕῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο.
Verse: 20    
ἵνα τί μοι λίβανον ἐκ Σαβα ϕέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόϑεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά, καὶ αἱ ϑυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.
Verse: 21    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσϑένειαν, καὶ ἀσϑενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται.
Verse: 22    
τάδε λέγει κύριος ᾽Ιδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔϑνη ἐξεγερϑήσεται ἀπ' ἐσχάτου τῆς γῆς·
Verse: 23    
τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει, ϕωνὴ αὐτοῦ ὡς ϑάλασσα κυμαίνουσα, ἐϕ' ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, ϑύγατερ Σιων.
Verse: 24    
ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύϑησαν αἱ χεῖρες ἡμῶν, ϑλῖψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
Verse: 25    
μὴ ἐκπορεύεσϑε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομϕαία τῶν ἐχϑρῶν παροικεῖ κυκλόϑεν.
Verse: 26    
ϑύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένϑος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίϕνης ἥξει ταλαιπωρία ἐϕ' ὑμᾶς.
Verse: 27    
δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·
Verse: 28    
πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεϕϑαρμένοι εἰσίν.
Verse: 29    
ἐξέλιπεν ϕυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
Verse: 30    
ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.