TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1059
Chapter: 6
Verse: 1
᾽Ενισχύσατε
,
υἱοὶ
Βενιαμιν
,
ἐκ
μέσου
τῆς
Ιερουσαλημ
καὶ
ἐν
Θεκουε
σημάνατε
σάλπιγγι
καὶ
ὑπὲρ
Βαιϑαχαρμα
ἄρατε
σημεῖον
,
ὅτι
κακὰ
ἐκκέκυϕεν
ἀπὸ
βορρᾶ
,
καὶ
συντριβὴ
μεγάλη
γίνεται
,
Verse: 2
καὶ
ἀϕαιρεϑήσεται
τὸ
ὕψος
σου
,
ϑύγατερ
Σιων
.
Verse: 3
εἰς
αὐτὴν
ἥξουσιν
ποιμένες
καὶ
τὰ
ποίμνια
αὐτῶν
καὶ
πήξουσιν
ἐπ
'
αὐτὴν
σκηνὰς
κύκλῳ
καὶ
ποιμανοῦσιν
ἕκαστος
τῇ
χειρὶ
αὐτοῦ
.
Verse: 4
παρασκευάσασϑε
ἐπ
'
αὐτὴν
εἰς
πόλεμον
,
ἀνάστητε
καὶ
ἀναβῶμεν
ἐπ
'
αὐτὴν
μεσημβρίας
·
οὐαὶ
ἡμῖν
,
ὅτι
κέκλικεν
ἡ
ἡμέρα
,
ὅτι
ἐκλείπουσιν
αἱ
σκιαὶ
τῆς
ἑσπέρας
.
Verse: 5
ἀνάστητε
καὶ
ἀναβῶμεν
ἐν
τῇ
νυκτὶ
καὶ
διαϕϑείρωμεν
τὰ
ϑεμέλια
αὐτῆς
.
Verse: 6
ὅτι
τάδε
λέγει
κύριος
῎Εκκοψον
τὰ
ξύλα
αὐτῆς
,
ἔκχεον
ἐπὶ
Ιερουσαλημ
δύναμιν
·
ὦ
πόλις
ψευδής
,
ὅλη
καταδυναστεία
ἐν
αὐτῇ
.
Verse: 7
ὡς
ψύχει
λάκκος
ὕδωρ
,
οὕτως
ψύχει
κακία
αὐτῆς
·
ἀσέβεια
καὶ
ταλαιπωρία
ἀκουσϑήσεται
ἐν
αὐτῇ
ἐπὶ
πρόσωπον
αὐτῆς
διὰ
παντός
.
πόνῳ
καὶ
μάστιγι
Verse: 8
παιδευϑήσῃ
,
Ιερουσαλημ
,
μὴ
ἀποστῇ
ἡ
ψυχή
μου
ἀπὸ
σοῦ
,
μὴ
ποιήσω
σε
ἄβατον
γῆν
ἥτις
οὐ
κατοικηϑήσεται
.
Verse: 9
ὅτι
τάδε
λέγει
κύριος
Καλαμᾶσϑε
καλαμᾶσϑε
ὡς
ἄμπελον
τὰ
κατάλοιπα
τοῦ
Ισραηλ
,
ἐπιστρέψατε
ὡς
ὁ
τρυγῶν
ἐπὶ
τὸν
κάρταλλον
αὐτοῦ
.
Verse: 10
πρὸς
τίνα
λαλήσω
καὶ
διαμαρτύρωμαι
,
καὶ
ἀκούσεται
;
ἰδοὺ
ἀπερίτμητα
τὰ
ὦτα
αὐτῶν
,
καὶ
οὐ
δύνανται
ἀκούειν
·
ἰδοὺ
τὸ
ῥῆμα
κυρίου
ἐγένετο
αὐτοῖς
εἰς
ὀνειδισμόν
,
οὐ
μὴ
βουληϑῶσιν
αὐτὸ
ἀκοῦσαι
.
Verse: 11
καὶ
τὸν
ϑυμόν
μου
ἔπλησα
καὶ
ἐπέσχον
καὶ
οὐ
συνετέλεσα
αὐτούς
·
ἐκχεῶ
ἐπὶ
νήπια
ἔξωϑεν
καὶ
ἐπὶ
συναγωγὴν
νεανίσκων
ἅμα
,
ὅτι
ἀνὴρ
καὶ
γυνὴ
συλλημϕϑήσονται
,
πρεσβύτερος
μετὰ
πλήρους
ἡμερῶν
·
Verse: 12
καὶ
μεταστραϕήσονται
αἱ
οἰκίαι
αὐτῶν
εἰς
ἑτέρους
,
ἀγροὶ
καὶ
αἱ
γυναῖκες
αὐτῶν
ἐπὶ
τὸ
αὐτό
,
ὅτι
ἐκτενῶ
τὴν
χεῖρά
μου
ἐπὶ
τοὺς
κατοικοῦντας
τὴν
γῆν
ταύτην
,
λέγει
κύριος
.
Verse: 13
ὅτι
ἀπὸ
μικροῦ
αὐτῶν
καὶ
ἕως
μεγάλου
πάντες
συνετελέσαντο
ἄνομα
,
ἀπὸ
ἱερέως
καὶ
ἕως
ψευδοπροϕήτου
πάντες
ἐποίησαν
ψευδῆ
.
Verse: 14
καὶ
ἰῶντο
τὸ
σύντριμμα
τοῦ
λαοῦ
μου
ἐξουϑενοῦντες
καὶ
λέγοντες
Εἰρήνη
εἰρήνη
·
καὶ
ποῦ
ἐστιν
εἰρήνη
;
Verse: 15
κατῃσχύνϑησαν
,
ὅτι
ἐξελίποσαν
·
καὶ
οὐδ
'
ὧς
καταισχυνόμενοι
κατῃσχύνϑησαν
καὶ
τὴν
ἀτιμίαν
αὐτῶν
οὐκ
ἔγνωσαν
.
διὰ
τοῦτο
πεσοῦνται
ἐν
τῇ
πτώσει
αὐτῶν
καὶ
ἐν
καιρῷ
ἐπισκοπῆς
αὐτῶν
ἀπολοῦνται
,
εἶπεν
κύριος
.
Verse: 16
τάδε
λέγει
κύριος
Στῆτε
ἐπὶ
ταῖς
ὁδοῖς
καὶ
ἴδετε
,
καὶ
ἐρωτήσατε
τρίβους
κυρίου
αἰωνίους
καὶ
ἴδετε
,
ποία
ἐστὶν
ἡ
ὁδὸς
ἡ
ἀγαϑή
,
καὶ
βαδίζετε
ἐν
αὐτῇ
,
καὶ
εὑρήσετε
ἁγνισμὸν
ταῖς
ψυχαῖς
ὑμῶν
·
καὶ
εἶπαν
Οὐ
πορευσόμεϑα
.
Verse: 17
κατέστακα
ἐϕ
'
ὑμᾶς
σκοπούς
,
ἀκούσατε
τῆς
ϕωνῆς
τῆς
σάλπιγγος
·
καὶ
εἶπαν
Οὐκ
ἀκουσόμεϑα
.
Verse: 18
διὰ
τοῦτο
ἤκουσαν
τὰ
ἔϑνη
καὶ
οἱ
ποιμαίνοντες
τὰ
ποίμνια
αὐτῶν
.
Verse: 19
ἄκουε
,
γῆ
·
ἰδοὺ
ἐγὼ
ἐπάγω
ἐπὶ
τὸν
λαὸν
τοῦτον
κακά
,
τὸν
καρπὸν
ἀποστροϕῆς
αὐτῶν
·
ὅτι
τῶν
λόγων
μου
οὐ
προσέσχον
καὶ
τὸν
νόμον
μου
ἀπώσαντο
.
Verse: 20
ἵνα
τί
μοι
λίβανον
ἐκ
Σαβα
ϕέρετε
καὶ
κιννάμωμον
ἐκ
γῆς
μακρόϑεν
;
τὰ
ὁλοκαυτώματα
ὑμῶν
οὔκ
εἰσιν
δεκτά
,
καὶ
αἱ
ϑυσίαι
ὑμῶν
οὐχ
ἥδυνάν
μοι
.
Verse: 21
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
δίδωμι
ἐπὶ
τὸν
λαὸν
τοῦτον
ἀσϑένειαν
,
καὶ
ἀσϑενήσουσιν
ἐν
αὐτῇ
πατέρες
καὶ
υἱοὶ
ἅμα
,
γείτων
καὶ
ὁ
πλησίον
αὐτοῦ
ἀπολοῦνται
.
Verse: 22
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
λαὸς
ἔρχεται
ἀπὸ
βορρᾶ
,
καὶ
ἔϑνη
ἐξεγερϑήσεται
ἀπ
'
ἐσχάτου
τῆς
γῆς
·
Verse: 23
τόξον
καὶ
ζιβύνην
κρατήσουσιν
,
ἰταμός
ἐστιν
καὶ
οὐκ
ἐλεήσει
,
ϕωνὴ
αὐτοῦ
ὡς
ϑάλασσα
κυμαίνουσα
,
ἐϕ
'
ἵπποις
καὶ
ἅρμασιν
παρατάξεται
ὡς
πῦρ
εἰς
πόλεμον
πρὸς
σέ
,
ϑύγατερ
Σιων
.
Verse: 24
ἠκούσαμεν
τὴν
ἀκοὴν
αὐτῶν
,
παρελύϑησαν
αἱ
χεῖρες
ἡμῶν
,
ϑλῖψις
κατέσχεν
ἡμᾶς
,
ὠδῖνες
ὡς
τικτούσης
.
Verse: 25
μὴ
ἐκπορεύεσϑε
εἰς
ἀγρὸν
καὶ
ἐν
ταῖς
ὁδοῖς
μὴ
βαδίζετε
,
ὅτι
ῥομϕαία
τῶν
ἐχϑρῶν
παροικεῖ
κυκλόϑεν
.
Verse: 26
ϑύγατερ
λαοῦ
μου
,
περίζωσαι
σάκκον
,
κατάπασαι
ἐν
σποδῷ
,
πένϑος
ἀγαπητοῦ
ποίησαι
σεαυτῇ
,
κοπετὸν
οἰκτρόν
,
ὅτι
ἐξαίϕνης
ἥξει
ταλαιπωρία
ἐϕ
'
ὑμᾶς
.
Verse: 27
δοκιμαστὴν
δέδωκά
σε
ἐν
λαοῖς
δεδοκιμασμένοις
,
καὶ
γνώσῃ
με
ἐν
τῷ
δοκιμάσαι
με
τὴν
ὁδὸν
αὐτῶν
·
Verse: 28
πάντες
ἀνήκοοι
,
πορευόμενοι
σκολιῶς
,
χαλκὸς
καὶ
σίδηρος
,
πάντες
διεϕϑαρμένοι
εἰσίν
.
Verse: 29
ἐξέλιπεν
ϕυσητὴρ
ἀπὸ
πυρός
,
ἐξέλιπεν
μόλιβος
·
εἰς
κενὸν
ἀργυροκόπος
ἀργυροκοπεῖ
,
πονηρία
αὐτῶν
οὐκ
ἐτάκη
.
Verse: 30
ἀργύριον
ἀποδεδοκιμασμένον
καλέσατε
αὐτούς
,
ὅτι
ἀπεδοκίμασεν
αὐτοὺς
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.