TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1060
Previous part

Chapter: 7 
Verse: 2    ᾽Ακούσατε λόγον κυρίου, πᾶσα Ιουδαία·
Verse: 3    
τάδε λέγει κύριος ϑεὸς Ισραηλ Διορϑώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.
Verse: 4    
μὴ πεποίϑατε ἐϕ' ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠϕελήσουσιν ὑμᾶς λέγοντες Ναὸς κυρίου ναὸς κυρίου ἐστίν.
Verse: 5    
ὅτι ἐὰν διορϑοῦντες διορϑώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ
Verse: 6    
καὶ προσήλυτον καὶ ὀρϕανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀϑῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω ϑεῶν ἀλλοτρίων μὴ πορεύησϑε εἰς κακὸν ὑμῖν,
Verse: 7    
καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ, ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.
Verse: 8    
εἰ δὲ ὑμεῖς πεποίϑατε ἐπὶ λόγοις ψευδέσιν, ὅϑεν οὐκ ὠϕεληϑήσεσϑε,
Verse: 9    
καὶ ϕονεύετε καὶ μοιχᾶσϑε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκῳ καὶ ἐϑυμιᾶτε τῇ Βααλ καὶ ἐπορεύεσϑε ὀπίσω ϑεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν
Verse: 10    
καὶ ἤλϑετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτῷ, καὶ εἴπατε ᾽Απεσχήμεϑα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα,
Verse: 11    
μὴ σπήλαιον λῃστῶν οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑώρακα, λέγει κύριος.
Verse: 12    
ὅτι πορεύϑητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσϑεν, καὶ ἴδετε ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ισραηλ.
Verse: 13    
καὶ νῦν ἀνϑ' ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίϑητε,
Verse: 14    
καὶ ποιήσω τῷ οἴκῳ τούτῳ, ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτῷ, ἐϕ' ὑμεῖς πεποίϑατε ἐπ' αὐτῷ, καὶ τῷ τόπῳ, ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καϑὼς ἐποίησα τῇ Σηλωμ.
Verse: 15    
καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καϑὼς ἀπέρριψα τοὺς ἀδελϕοὺς ὑμῶν πᾶν τὸ σπέρμα Εϕραιμ.
Verse: 16    
καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου τοῦ ἐλεηϑῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλϑῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.
Verse: 17    
οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν ταῖς ὁδοῖς Ιερουσαλημ;
Verse: 18    
οἱ υἱοὶ αὐτῶν συλλέγουσιν ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσιν σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς ϑεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με.
Verse: 19    
μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν; λέγει κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνϑῇ τὰ πρόσωπα αὐτῶν;
Verse: 20    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ὀργὴ καὶ ϑυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ πάντα τὰ γενήματα τῆς γῆς, καὶ καυϑήσεται καὶ οὐ σβεσϑήσεται.
Verse: 21    
τάδε λέγει κύριος Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν ϑυσιῶν ὑμῶν καὶ ϕάγετε κρέα.
Verse: 22    
ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ ϑυσίας·
Verse: 23    
ἀλλ' τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων ᾽Ακούσατε τῆς ϕωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς ϑεόν, καὶ ὑμεῖς ἔσεσϑέ μοι εἰς λαόν· καὶ πορεύεσϑε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ὑμῖν.
Verse: 24    
καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, ἀλλ' ἐπορεύϑησαν ἐν τοῖς ἐνϑυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήϑησαν εἰς τὰ ὄπισϑεν καὶ οὐκ εἰς τὰ ἔμπροσϑεν.
Verse: 25    
ἀϕ' ἧς ἡμέρας ἐξήλϑοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προϕήτας ἡμέρας καὶ ὄρϑρου καὶ ἀπέστειλα,
Verse: 26    
καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν.
Verse: 27-28    
καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον Τοῦτο τὸ ἔϑνος, οὐκ ἤκουσεν τῆς ϕωνῆς κυρίου οὐδὲ ἐδέξατο παιδείαν· ἐξέλιπεν πίστις ἐκ στόματος αὐτῶν.
Verse: 29    
Κεῖραι τὴν κεϕαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων ϑρῆνον, ὅτι ἀπεδοκίμασεν κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα.
Verse: 30    
ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτόν, τοῦ μιᾶναι αὐτόν·
Verse: 31    
καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταϕεϑ, ὅς ἐστιν ἐν ϕάραγγι υἱοῦ Εννομ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν ἐν πυρί, οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐ διενοήϑην ἐν τῇ καρδίᾳ μου.
Verse: 32    
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Βωμὸς τοῦ Ταϕεϑ καὶ Φάραγξ υἱοῦ Εννομ, ἀλλ' Φάραγξ τῶν ἀνῃρημένων, καὶ ϑάψουσιν ἐν τῷ Ταϕεϑ διὰ τὸ μὴ ὑπάρχειν τόπον.
Verse: 33    
καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ἀποσοβῶν.
Verse: 34    
καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ ϕωνὴν εὐϕραινομένων καὶ ϕωνὴν χαιρόντων, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα γῆ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.