TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1062
Previous part

Chapter: 9 
Verse: 1    τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταϑμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀϑετούντων.
Verse: 2    
καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλϑοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν.
Verse: 3    
ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ ϕυλάξασϑε καὶ ἐπ' ἀδελϕοῖς αὐτῶν μὴ πεποίϑατε, ὅτι πᾶς ἀδελϕὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς ϕίλος δολίως πορεύσεται.
Verse: 4    
ἕκαστος κατὰ τοῦ ϕίλου αὐτοῦ καταπαίξεται, ἀλήϑειαν οὐ μὴ λαλήσωσιν· μεμάϑηκεν γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.
Verse: 5    
τόκος ἐπὶ τόκῳ, δόλος ἐπὶ δόλῳ· οὐκ ἤϑελον εἰδέναι με.
Verse: 6    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας ϑυγατρὸς λαοῦ μου.
Verse: 7    
βολὶς τιτρώσκουσα γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχϑραν.
Verse: 8    
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει κύριος, ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ψυχή μου;
Verse: 9    
᾽Επὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου ϑρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνϑρώπους· οὐκ ἤκουσαν ϕωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.
Verse: 10    
καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀϕανισμὸν ϑήσομαι παρὰ τὸ μὴ κατοικεῖσϑαι.
Verse: 11    
τίς ἄνϑρωπος συνετός, καὶ συνέτω τοῦτο, καὶ λόγος στόματος κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο γῆ, ἀνήϕϑη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσϑαι αὐτήν;
Verse: 12    
καὶ εἶπεν κύριος πρός με Διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς ϕωνῆς μου,
Verse: 13    
ἀλλ' ἐπορεύϑησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν,
Verse: 14    
διὰ τοῦτο τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Ιδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
Verse: 15    
καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔϑνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.
Verse: 16    
τάδε λέγει κύριος Καλέσατε τὰς ϑρηνούσας καὶ ἐλϑέτωσαν, καὶ πρὸς τὰς σοϕὰς ἀποστείλατε καὶ ϕϑεγξάσϑωσαν
Verse: 17    
καὶ λαβέτωσαν ἐϕ' ὑμᾶς ϑρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀϕϑαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέϕαρα ὑμῶν ῥείτω ὕδωρ.
Verse: 18    
ὅτι ϕωνὴ οἴκτου ἠκούσϑη ἐν Σιων Πῶς ἐταλαιπωρήσαμεν κατῃσχύνϑημεν σϕόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν.
Verse: 19    
ἀκούσατε δή, γυναῖκες, λόγον ϑεοῦ, καὶ δεξάσϑω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς ϑυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὴν πλησίον αὐτῆς ϑρῆνον.
Verse: 20    
ὅτι ἀνέβη ϑάνατος διὰ τῶν ϑυρίδων ὑμῶν, εἰσῆλϑεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωϑεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.
Verse: 21    
καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνϑρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω ϑερίζοντος, καὶ οὐκ ἔσται συνάγων.
Verse: 22    
Τάδε λέγει κύριος Μὴ καυχάσϑω σοϕὸς ἐν τῇ σοϕίᾳ αὐτοῦ, καὶ μὴ καυχάσϑω ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσϑω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
Verse: 23    
ἀλλ' ἐν τούτῳ καυχάσϑω καυχώμενος, συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ ϑέλημά μου, λέγει κύριος.
Verse: 24    
ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,
Verse: 25    
ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔϑνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.