TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 959
Chapter: 4
Verse: 1
Καὶ
ἐλυπήϑη
Ιωνας
λύπην
μεγάλην
καὶ
συνεχύϑη
.
Verse: 2
καὶ
προσεύξατο
πρὸς
κύριον
καὶ
εἶπεν
῏Ω
κύριε
,
οὐχ
οὗτοι
οἱ
λόγοι
μου
ἔτι
ὄντος
μου
ἐν
τῇ
γῇ
μου
;
διὰ
τοῦτο
προέϕϑασα
τοῦ
ϕυγεῖν
εἰς
Θαρσις
,
διότι
ἔγνων
ὅτι
σὺ
ἐλεήμων
καὶ
οἰκτίρμων
,
μακρόϑυμος
καὶ
πολυέλεος
καὶ
μετανοῶν
ἐπὶ
ταῖς
κακίαις
.
Verse: 3
καὶ
νῦν
,
δέσποτα
κύριε
,
λαβὲ
τὴν
ψυχήν
μου
ἀπ
'
ἐμοῦ
,
ὅτι
καλὸν
τὸ
ἀποϑανεῖν
με
ἢ
ζῆν
με
.
Verse: 4
καὶ
εἶπεν
κύριος
πρὸς
Ιωναν
Εἰ
σϕόδρα
λελύπησαι
σύ
;
Verse: 5
καὶ
ἐξῆλϑεν
Ιωνας
ἐκ
τῆς
πόλεως
καὶ
ἐκάϑισεν
ἀπέναντι
τῆς
πόλεως
·
καὶ
ἐποίησεν
ἑαυτῷ
ἐκεῖ
σκηνὴν
καὶ
ἐκάϑητο
ὑποκάτω
αὐτῆς
ἐν
σκιᾷ
,
ἕως
οὗ
ἀπίδῃ
τί
ἔσται
τῇ
πόλει
.
Verse: 6
καὶ
προσέταξεν
κύριος
ὁ
ϑεὸς
κολοκύνϑῃ
,
καὶ
ἀνέβη
ὑπὲρ
κεϕαλῆς
τοῦ
Ιωνα
τοῦ
εἶναι
σκιὰν
ὑπεράνω
τῆς
κεϕαλῆς
αὐτοῦ
τοῦ
σκιάζειν
αὐτῷ
ἀπὸ
τῶν
κακῶν
αὐτοῦ
·
καὶ
ἐχάρη
Ιωνας
ἐπὶ
τῇ
κολοκύνϑῃ
χαρὰν
μεγάλην
.
Verse: 7
καὶ
προσέταξεν
ὁ
ϑεὸς
σκώληκι
ἑωϑινῇ
τῇ
ἐπαύριον
,
καὶ
ἐπάταξεν
τὴν
κολόκυνϑαν
,
καὶ
ἀπεξηράνϑη
.
Verse: 8
καὶ
ἐγένετο
ἅμα
τῷ
ἀνατεῖλαι
τὸν
ἥλιον
καὶ
προσέταξεν
ὁ
ϑεὸς
πνεύματι
καύσωνος
συγκαίοντι
,
καὶ
ἐπάταξεν
ὁ
ἥλιος
ἐπὶ
τὴν
κεϕαλὴν
Ιωνα
·
καὶ
ὠλιγοψύχησεν
καὶ
ἀπελέγετο
τὴν
ψυχὴν
αὐτοῦ
καὶ
εἶπεν
Καλόν
μοι
ἀποϑανεῖν
με
ἢ
ζῆν
.
Verse: 9
καὶ
εἶπεν
ὁ
ϑεὸς
πρὸς
Ιωναν
Εἰ
σϕόδρα
λελύπησαι
σὺ
ἐπὶ
τῇ
κολοκύνϑῃ
;
καὶ
εἶπεν
Σϕόδρα
λελύπημαι
ἐγὼ
ἕως
ϑανάτου
.
Verse: 10
καὶ
εἶπεν
κύριος
Σὺ
ἐϕείσω
ὑπὲρ
τῆς
κολοκύνϑης
,
ὑπὲρ
ἧς
οὐκ
ἐκακοπάϑησας
ἐπ
'
αὐτὴν
καὶ
οὐκ
ἐξέϑρεψας
αὐτήν
,
ἣ
ἐγενήϑη
ὑπὸ
νύκτα
καὶ
ὑπὸ
νύκτα
ἀπώλετο
.
Verse: 11
ἐγὼ
δὲ
οὐ
ϕείσομαι
ὑπὲρ
Νινευη
τῆς
πόλεως
τῆς
μεγάλης
,
ἐν
ᾗ
κατοικοῦσιν
πλείους
ἢ
δώδεκα
μυριάδες
ἀνϑρώπων
,
οἵτινες
οὐκ
ἔγνωσαν
δεξιὰν
αὐτῶν
ἢ
ἀριστερὰν
αὐτῶν
,
καὶ
κτήνη
πολλά
; //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.