TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 194
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσϕίσαντο ἀπὸ τοῦ ἀναϑέματος· καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς ϕυλῆς Ιουδα ἀπὸ τοῦ ἀναϑέματος· καὶ ἐϑυμώϑη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ.
Verse: 2    
καὶ ἀπέστειλεν ᾽Ιησοῦς ἄνδρας εἰς Γαι, ἐστιν κατὰ Βαιϑηλ, λέγων Κατασκέψασϑε τὴν Γαι· καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι.
Verse: 3    
καὶ ἀνέστρεψαν πρὸς ᾽Ιησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς λαός, ἀλλ' ὡς δισχίλιοι τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα, ὀλίγοι γάρ εἰσιν.
Verse: 4    
καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔϕυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαι.
Verse: 5    
καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταϕεροῦς· καὶ ἐπτοήϑη καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.
Verse: 6    
καὶ διέρρηξεν ᾽Ιησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ᾽Ιησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεϕαλὰς αὐτῶν.
Verse: 7    
καὶ εἶπεν ᾽Ιησοῦς Δέομαι, κύριε, ἵνα τί διεβίβασεν παῖς σου τὸν λαὸν τοῦτον τὸν Ιορδάνην παραδοῦναι αὐτὸν τῷ Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσϑημεν παρὰ τὸν Ιορδάνην.
Verse: 8    
καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι τοῦ ἐχϑροῦ αὐτοῦ;
Verse: 9    
καὶ ἀκούσας Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;
Verse: 10    
καὶ εἶπεν κύριος πρὸς ᾽Ιησοῦν ᾽Ανάστηϑι· ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;
Verse: 11    
ἡμάρτηκεν λαὸς καὶ παρέβη τὴν διαϑήκην, ἣν διεϑέμην πρὸς αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναϑέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν.
Verse: 12    
οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχϑρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχϑρῶν αὐτῶν, ὅτι ἐγενήϑησαν ἀνάϑεμα· οὐ προσϑήσω ἔτι εἶναι μεϑ' ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάϑεμα ἐξ ὑμῶν αὐτῶν.
Verse: 13    
ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασϑῆναι εἰς αὔριον· τάδε λέγει κύριος ϑεὸς Ισραηλ Τὸ ἀνάϑεμα ἐν ὑμῖν ἐστιν, οὐ δυνήσεσϑε ἀντιστῆναι ἀπέναντι τῶν ἐχϑρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάϑεμα ἐξ ὑμῶν.
Verse: 14    
καὶ συναχϑήσεσϑε πάντες τὸ πρωὶ κατὰ ϕυλάς, καὶ ἔσται ϕυλή, ἣν ἂν δείξῃ κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ κύριος, προσάξετε κατ' οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ κύριος, προσάξετε κατ' ἄνδρα·
Verse: 15    
καὶ ὃς ἂν ἐνδειχϑῇ, κατακαυϑήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαϑήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ.
Verse: 16    
καὶ ὤρϑρισεν ᾽Ιησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ ϕυλάς, καὶ ἐνεδείχϑη ϕυλὴ Ιουδα·
Verse: 17    
καὶ προσήχϑη κατὰ δήμους, καὶ ἐνεδείχϑη δῆμος Ζαραϊ· καὶ προσήχϑη κατὰ ἄνδρα,
Verse: 18    
καὶ ἐνεδείχϑη Αχαρ υἱὸς Ζαμβρι υἱοῦ Ζαρα.
Verse: 19    
καὶ εἶπεν ᾽Ιησοῦς τῷ Αχαρ Δὸς δόξαν σήμερον τῷ κυρίῳ ϑεῷ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ.
Verse: 20    
καὶ ἀπεκρίϑη Αχαρ τῷ ᾽Ιησοῖ καὶ εἶπεν ᾽Αληϑῶς ἥμαρτον ἐναντίον κυρίου ϑεοῦ Ισραηλ· οὕτως καὶ οὕτως ἐποίησα·
Verse: 21    
εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνϑυμηϑεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.
Verse: 22    
καὶ ἀπέστειλεν ᾽Ιησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν.
Verse: 23    
καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς ᾽Ιησοῦν καὶ τοὺς πρεσβυτέρους Ισραηλ, καὶ ἔϑηκαν αὐτὰ ἔναντι κυρίου.
Verse: 24    
καὶ ἔλαβεν ᾽Ιησοῦς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς ϕάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς ϑυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς λαὸς μετ' αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ.
Verse: 25    
καὶ εἶπεν ᾽Ιησοῦς τῷ Αχαρ Τί ὠλέϑρευσας ἡμᾶς; ἐξολεϑρεύσαι σε κύριος καϑὰ καὶ σήμερον. καὶ ἐλιϑοβόλησαν αὐτὸν λίϑοις πᾶς Ισραηλ.
Verse: 26    
καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίϑων μέγαν. καὶ ἐπαύσατο κύριος τοῦ ϑυμοῦ τῆς ὀργῆς. διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.