TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 196
Previous part

Chapter: 9 
Verse: 1    ῾Ως δ' ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς ϑαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ ᾽Αντιλιβάνῳ, καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι,
Verse: 2    
συνήλϑοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ᾽Ιησοῦν καὶ Ισραηλ ἅμα πάντες.
Verse: 2a    
Τότε ᾠκοδόμησεν ᾽Ιησοῦς ϑυσιαστήριον κυρίῳ τῷ ϑεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ,
Verse: 2b    
καϑότι ἐνετείλατο Μωυσῆς ϑεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ, καϑὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, ϑυσιαστήριον λίϑων ὁλοκλήρων, ἐϕ' οὓς οὐκ ἐπεβλήϑη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ ϑυσίαν σωτηρίου.
Verse: 2c    
καὶ ἔγραψεν ᾽Ιησοῦς ἐπὶ τῶν λίϑων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ.
Verse: 2d    
καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνϑεν καὶ ἔνϑεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου, καὶ προσήλυτος καὶ αὐτόχϑων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ, καϑότι ἐνετείλατο Μωυσῆς ϑεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις.
Verse: 2e    
καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ᾽Ιησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ·
Verse: 2f    
οὐκ ἦν ῥῆμα ἀπὸ πάντων, ὧν ἐνετείλατο Μωυσῆς τῷ ᾽Ιησοῖ, οὐκ ἀνέγνω ᾽Ιησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ, τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ.
Verse: 3    
Καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα, ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι.
Verse: 4    
καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλϑόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους,
Verse: 5    
καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.
Verse: 6    
καὶ ἤλϑοσαν πρὸς ᾽Ιησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς ᾽Ιησοῦν καὶ Ισραηλ ᾽Εκ γῆς μακρόϑεν ἥκαμεν, καὶ νῦν διάϑεσϑε ἡμῖν διαϑήκην.
Verse: 7    
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον ῞Ορα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαϑῶμαι διαϑήκην;
Verse: 8    
καὶ εἶπαν πρὸς ᾽Ιησοῦν Οἰκέται σού ἐσμεν. καὶ εἶπεν πρὸς αὐτοὺς ᾽Ιησοῦς Πόϑεν ἐστὲ καὶ πόϑεν παραγεγόνατε;
Verse: 9    
καὶ εἶπαν ᾽Εκ γῆς μακρόϑεν σϕόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ ϑεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ
Verse: 10    
καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν, ὃς κατῴκει ἐν Ασταρωϑ καὶ ἐν Εδραϊν.
Verse: 11    
καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες Λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύϑητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς Οἰκέται σού ἐσμεν, καὶ νῦν διάϑεσϑε ἡμῖν διαϑήκην.
Verse: 12    
οὗτοι οἱ ἄρτοι, ϑερμοὺς ἐϕωδιάσϑημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ἐξήλϑομεν παραγενέσϑαι πρὸς ὑμᾶς, νῦν δὲ ἐξηράνϑησαν καὶ γεγόνασιν βεβρωμένοι·
Verse: 13    
καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασιν· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σϕόδρα.
Verse: 14    
καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν.
Verse: 15    
καὶ ἐποίησεν ᾽Ιησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέϑετο πρὸς αὐτοὺς διαϑήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.
Verse: 16    
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαϑέσϑαι πρὸς αὐτοὺς διαϑήκην ἤκουσαν ὅτι ἐγγύϑεν αὐτῶν εἰσιν, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν.
Verse: 17    
καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλϑον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεϕιρα καὶ Βηρωϑ καὶ πόλις Ιαριν.
Verse: 18    
καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν ϑεὸν Ισραηλ· καὶ διεγόγγυσαν πᾶσα συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν.
Verse: 19    
καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ ῾Ημεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν ϑεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεϑα ἅψασϑαι αὐτῶν·
Verse: 20    
τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεϑα αὐτούς, καὶ οὐκ ἔσται καϑ' ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·
Verse: 21    
ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροϕόροι πάσῃ τῇ συναγωγῇ, καϑάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
Verse: 22    
καὶ συνεκάλεσεν αὐτοὺς ᾽Ιησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασϑέ με λέγοντες Μακρὰν ἀπὸ σοῦ ἐσμεν σϕόδρα; ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν·
Verse: 23    
καὶ νῦν ἐπικατάρατοί ἐστε, οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ ϑεῷ μου.
Verse: 24    
καὶ ἀπεκρίϑησαν τῷ ᾽Ιησοῖ λέγοντες ᾽Ανηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ϑεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεϑρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἐϕοβήϑημεν σϕόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
Verse: 25    
καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.
Verse: 26    
καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς ᾽Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.
Verse: 27    
καὶ κατέστησεν αὐτοὺς ᾽Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροϕόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ ϑυσιαστηρίῳ τοῦ ϑεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροϕόροι τοῦ ϑυσιαστηρίου τοῦ ϑεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον, ὃν ἐὰν ἐκλέξηται κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.